Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
2
κηληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
3
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
4
“ὦ
Ὀδυσεῦ , ἐπεὶ
ἵκευ
ἐμὸν
ποτὶ
χαλκοβατὲς
δῶ,
5
ὑψερεφές , τῷ σ᾽ οὔ τι παλιμπλαγχθέντα γ᾽ ὀΐω
6
ἂψ ἀπονοστήσειν , εἰ καὶ μάλα πολλὰ πέπονθας.
7
ὑμέων δ᾽ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
8
ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
9
αἰεὶ πίνετ᾽ ἐμοῖσιν , ἀκουάζεσθε δ᾽ ἀοιδοῦ.
10
εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
11
κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
12
δῶρ᾽ , ὅσα Φαιήκων βουληφόροι ἐνθάδ᾽ ἔνεικαν:
13
ἀλλ᾽ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
14
ἀνδρακάς : ἡμεῖς δ᾽ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
15
τισόμεθ᾽ : ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.”
16
ὣς ἔφατ᾽ Ἀλκίνοος , τοῖσιν δ᾽ ἐπιὴνδανε μῦθος.
17
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
18
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
19
νῆάδ᾽ ἐπεσσεύοντο , φέρον δ᾽ εὐήνορα χαλκόν.
20
καὶ τὰ μὲν εὖ κατέθηχ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
21
αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά , μή τιν᾽ ἑταίρων
22
βλάπτοι ἐλαυνόντων , ὁπότε σπερχοίατ᾽ ἐρετμοῖς.
23
οἱ δ᾽ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ᾽ ἀλέγυνον.
24
τοῖσι δὲ βοῦν ἱέρευσ᾽ ἱερὸν μένος Ἀλκινόοιο
25
Ζηνὶ κελαινεφέϊ Κρονίδῃ , ὃς πᾶσιν ἀνάσσει.
26
μῆρα δὲ κήαντες δαίνυντ᾽ ἐρικυδέα δαῖτα
27
τερπόμενοι : μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
28
Δημόδοκος , λαοῖσι τετιμένος . αὐτὰρ Ὀδυσσεὺς
29
πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
30
δῦναι ἐπειγόμενος : δὴ γὰρ μενέαινε νέεσθαι.
31
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ δόρποιο λιλαίεται , ᾧ τε πανῆμαρ
32
νειὸν ἀν᾽ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον:
33
ἀσπασίως δ᾽ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
34
δόρπον ἐποίχεσθαι , βλάβεται δέ τε γούνατ᾽ ἰόντι:
35
ὣς Ὀδυσῆ᾽ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
36
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
37
Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον:
38
“Ἀλκίνοε
κρεῖον , πάντων
ἀριδείκετε
λαῶν,
39
πέμπετέ με σπείσαντες ἀπήμονα , χαίρετε δ᾽ αὐτοί:
40
ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
41
πομπὴ καὶ φίλα δῶρα , τά μοι θεοὶ Οὐρανίωνες
42
ὄλβια ποιήσειαν : ἀμύμονα δ᾽ οἴκοι ἄκοιτιν
43
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
44
ὑμεῖς δ᾽ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
45
κουριδίας καὶ τέκνα : θεοὶ δ᾽ ἀρετὴν ὀπάσειαν
46
παντοίην , καὶ μή τι κακὸν μεταδήμιον εἴη.”
47
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
48
πεμπέμεναι τὸν ξεῖνον , ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
49
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:
50
“Ποντόνοε , κρητῆρα
κερασσάμενος
μέθυ
νεῖμον
51
πᾶσιν ἀνὰ μέγαρον , ὄφρ᾽ εὐξάμενοι Διὶ πατρὶ
52
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.”
53
ὣς φάτο , Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
54
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν : οἱ δὲ θεοῖσιν
55
ἔσπεισαν μακάρεσσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
56
αὐτόθεν ἐξ ἑδρέων . ἀνὰ δ᾽ ἵστατο δῖος Ὀδυσσεύς,
57
Ἀρήτῃ δ᾽ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
58
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
59
“χαῖρέ
μοι , ὦ
βασίλεια , διαμπερές , εἰς
ὅ
κε
γῆρας
60
ἔλθῃ καὶ θάνατος , τά τ᾽ ἐπ᾽ ἀνθρώποισι πέλονται.
61
αὐτὰρ ἐγὼ νέομαι : σὺ δὲ τέρπεο τῷδ᾽ ἐνὶ οἴκῳ
62
παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.”
63
ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
64
τῷ δ᾽ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
65
ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης:
66
Ἀρήτη δ᾽ ἄρα οἱ δμῳὰς ἅμ᾽ ἔπεμπε γυναῖκας,
67
τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
68
τὴν δ᾽ ἑτέρην χηλὸν πυκινὴν ἅμ᾽ ὄπασσε κομίζειν:
69
ἡ δ᾽ ἄλλη σῖτόν τ᾽ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
70
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
71
αἶψα τά γ᾽ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
72
δεξάμενοι κατέθεντο , πόσιν καὶ βρῶσιν ἅπασαν:
73
κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
74
νηὸς ἐπ᾽ ἰκριόφιν γλαφυρῆς , ἵνα νήγρετον εὕδοι,
75
πρυμνῆς : ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
76
σιγῇ : τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
77
κόσμῳ , πεῖσμα δ᾽ ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.
78
εὖθ᾽ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
79
καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
80
νήγρετος , ἥδιστος , θανάτῳ ἄγχιστα ἐοικώς.
81
ἡ δ᾽ , ὥς τ᾽ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
82
πάντες ἅμ᾽ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
83
ὑψόσ᾽ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
84
ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο , κῦμα δ᾽ ὄπισθε
85
πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
86
ἡ δὲ μάλ᾽ ἀσφαλέως θέεν ἔμπεδον : οὐδέ κεν ἴρηξ
87
κίρκος ὁμαρτήσειεν , ἐλαφρότατος πετεηνῶν.
88
ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ᾽ ἔταμνεν,
89
ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε᾽ ἔχοντα:
90
ὃς πρὶν μὲν μάλα πολλὰ πάθ᾽ ἄλγεα ὃν κατὰ θυμὸν
91
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
92
δὴ τότε γ᾽ ἀτρέμας εὗδε , λελασμένος ὅσσ᾽ ἐπεπόνθει.
93
εὖτ᾽ ἀστὴρ ὑπερέσχε φαάντατος , ὅς τε μάλιστα
94
ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
95
τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
96
Φόρκυνος δέ τίς ἐστι λιμήν , ἁλίοιο γέροντος,
97
ἐν δήμῳ Ἰθάκης : δύο δὲ προβλῆτες ἐν αὐτῷ
98
ἀκταὶ ἀπορρῶγες , λιμένος ποτιπεπτηυῖαι,
99
αἵ τ᾽ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
100
ἔκτοθεν : ἔντοσθεν δέ τ᾽ ἄνευ δεσμοῖο μένουσι
101
νῆες ἐΰσσελμοι , ὅτ᾽ ἂν ὅρμου μέτρον ἵκωνται.
102
αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
103
ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
104
ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
105
ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
106
λάϊνοι : ἔνθα δ᾽ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
107
ἐν δ᾽ ἱστοὶ λίθεοι περιμήκεες , ἔνθα τε νύμφαι
108
φάρε᾽ ὑφαίνουσιν ἁλιπόρφυρα , θαῦμα ἰδέσθαι:
109
ἐν δ᾽ ὕδατ᾽ ἀενάοντα . δύω δέ τέ οἱ θύραι εἰσίν,
110
αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
111
αἱ δ᾽ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι : οὐδέ τι κείνῃ
112
ἄνδρες ἐσέρχονται , ἀλλ᾽ ἀθανάτων ὁδός ἐστιν.
113
ἔνθ᾽ οἵ γ᾽ εἰσέλασαν , πρὶν εἰδότες : ἡ μὲν ἔπειτα
114
ἠπείρῳ ἐπέκελσεν , ὅσον τ᾽ ἐπὶ ἥμισυ πάσης,
115
σπερχομένη : τοῖον γὰρ ἐπείγετο χέρσ᾽ ἐρετάων:
116
οἱ δ᾽ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
117
πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
118
αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
119
κὰδ δ᾽ ἄρ᾽ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
120
ἐκ δὲ κτήματ᾽ ἄειραν , ἅ οἱ Φαίηκες ἀγαυοὶ
121
ὤπασαν οἴκαδ᾽ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
122
καὶ τὰ μὲν οὖν παρὰ πυθμέν᾽ ἐλαίης ἀθρόα θῆκαν
123
ἐκτὸς ὁδοῦ , μή πώς τις ὁδιτάων ἀνθρώπων,
124
πρίν γ᾽ Ὀδυσῆ᾽ ἔγρεσθαι , ἐπελθὼν δηλήσαιτο:
125
αὐτοὶ δ᾽ αὖτ᾽ οἶκόνδε πάλιν κίον . οὐδ᾽ ἐνοσίχθων
126
λήθετ᾽ ἀπειλάων , τὰς ἀντιθέῳ Ὀδυσῆϊ
127
πρῶτον ἐπηπείλησε , Διὸς δ᾽ ἐξείρετο βουλήν:
128
“Ζεῦ
πάτερ , οὐκέτ᾽
ἐγώ
γε
μετ᾽
ἀθανάτοισι
θεοῖσι
129
τιμήεις ἔσομαι , ὅτε με βροτοὶ οὔ τι τίουσιν,
130
Φαίηκες , τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
131
καὶ γὰρ νῦν Ὀδυσῆ᾽ ἐφάμην κακὰ πολλὰ παθόντα
132
οἴκαδ᾽ ἐλεύσεσθαι : νόστον δέ οἱ οὔ ποτ᾽ ἀπηύρων
133
πάγχυ , ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
134
οἱ δ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
135
κάτθεσαν εἰν Ἰθάκῃ , ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
136
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν,
137
πόλλ᾽ , ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,
138
εἴ περ ἀπήμων ἦλθε , λαχὼν ἀπὸ ληΐδος αἶσαν.”
139
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς:
140
“ὢ
πόποι , ἐννοσίγαι᾽
εὐρυσθενές , οἷον
ἔειπες.
141
οὔ τί σ᾽ ἀτιμάζουσι θεοί : χαλεπὸν δέ κεν εἴη
142
πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
143
ἀνδρῶν δ᾽ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
144
οὔ τι τίει . σοὶ δ᾽ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
145
ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.”
146
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων:
147
“αἶψά
κ᾽
ἐγὼν
ἔρξαιμι , κελαινεφές , ὡς
ἀγορεύεις:
148
ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ᾽ ἀλεείνω.
149
νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
150
ἐκ πομπῆς ἀνιοῦσαν , ἐν ἠεροειδέϊ πόντῳ
151
ῥαῖσαι , ἵν᾽ ἤδη σχῶνται , ἀπολλήξωσι δὲ πομπῆς
152
ἀνθρώπων , μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.”
153
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
154
“ὢ
πέπον , ὡς
μὲν
ἐμῷ
θυμῷ
δοκεῖ
εἶναι
ἄριστα,
155
ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
156
λαοὶ ἀπὸ πτόλιος , θεῖναι λίθον ἐγγύθι γαίης
157
νηῒ θοῇ ἴκελον , ἵνα θαυμάζωσιν ἅπαντες
158
ἄνθρωποι , μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.”
159
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
160
βῆ ῥ᾽ ἴμεν ἐς Σχερίην , ὅθι Φαίηκες γεγάασιν.
161
ἔνθ᾽ ἔμεν᾽ : ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
162
ῥίμφα διωκομένη : τῆς δὲ σχεδὸν ἦλθ᾽ ἐνοσίχθων,
163
ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
164
χειρὶ καταπρηνεῖ ἐλάσας : ὁ δὲ νόσφι βεβήκει.
165
οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον
166
Φαίηκες δολιχήρετμοι , ναυσίκλυτοι ἄνδρες.
167
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
168
“ὤ
μοι , τίς
δὴ
νῆα
θοὴν
ἐπέδησ᾽
ἐνὶ
πόντῳ
169
οἴκαδ᾽ ἐλαυνομένην ; καὶ δὴ προὐφαίνετο πᾶσα.”
170
ὣς ἄρα τις εἴπεσκε : τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
171
τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν:
172
“ὢ
πόποι , ἦ
μάλα
δή
με
παλαίφατα
θέσφαθ᾽
ἱκάνει
173
πατρὸς ἐμοῦ , ὃς ἔφασκε Ποσειδάων᾽ ἀγάσασθαι
174
ἡμῖν , οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
175
φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα , νῆα,
176
ἐκ πομπῆς ἀνιοῦσαν , ἐν ἠεροειδέϊ πόντῳ
177
ῥαισέμεναι , μέγα δ᾽ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
178
ὣς ἀγόρευ᾽ ὁ γέρων : τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
179
ἀλλ᾽ ἄγεθ᾽ , ὡς ἂν ἐγὼ εἴπω , πειθώμεθα πάντες:
180
πομπῆς μὲν παύσασθε βροτῶν , ὅτε κέν τις ἵκηται
181
ἡμέτερον προτὶ ἄστυ : Ποσειδάωνι δὲ ταύρους
182
δώδεκα κεκριμένους ἱερεύσομεν , αἴ κ᾽ ἐλεήσῃ,
183
μηδ᾽ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.”
184
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἔδεισαν , ἑτοιμάσσαντο δὲ ταύρους.
185
ὣς οἱ μέν ῥ᾽ εὔχοντο Ποσειδάωνι ἄνακτι
186
δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
187
ἑσταότες περὶ βωμόν . ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεὺς
188
εὕδων ἐν γαίῃ πατρωΐῃ , οὐδέ μιν ἔγνω,
189
ἤδη δὴν ἀπεών : περὶ γὰρ θεὸς ἠέρα χεῦε
190
Παλλὰς Ἀθηναίη , κούρη Διός , ὄφρα μιν αὐτὸν
191
ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
192
μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
193
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
194
τοὔνεκ᾽ ἄρ᾽ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
195
ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
196
πέτραι τ᾽ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
197
στῆ δ᾽ ἄρ᾽ ἀναΐξας καί ῥ᾽ εἴσιδε πατρίδα γαῖαν:
198
ᾤμωξέν τ᾽ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
199
χερσὶ καταπρηνέσσ᾽ , ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα:
200
“ὤ
μοι
ἐγώ , τέων
αὖτε
βροτῶν
ἐς
γαῖαν
ἱκάνω;
201
ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
202
ἦε φιλόξεινοι , καί σφιν νόος ἐστὶ θεουδής;
203
πῇ δὴ χρήματα πολλὰ φέρω τάδε ; πῇ τε καὶ αὐτὸς
204
πλάζομαι ; αἴθ᾽ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
205
αὐτοῦ : ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
206
ἐξικόμην , ὅς κέν μ᾽ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
207
νῦν δ᾽ οὔτ᾽ ἄρ πῃ θέσθαι ἐπίσταμαι , οὐδὲ μὲν αὐτοῦ
208
καλλείψω , μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
209
ὢ πόποι , οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
210
ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
211
οἵ μ᾽ εἰς ἄλλην γαῖαν ἀπήγαγον , ἦ τέ μ᾽ ἔφαντο
212
ἄξειν εἰς Ἰθάκην εὐδείελον , οὐδ᾽ ἐτέλεσσαν.
213
Ζεὺς σφέας τίσαιτο ἱκετήσιος , ὅς τε καὶ ἄλλους
214
ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
215
ἀλλ᾽ ἄγε δὴ τὰ χρήματ᾽ ἀριθμήσω καὶ ἴδωμαι,
216
μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.”
217
“ὣς
εἰπὼν
τρίποδας
περικαλλέας
ἠδὲ
λέβητας
218
ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
219
τῶν μὲν ἄρ᾽ ὀύ τι πόθει : ὁ δ᾽ ὀδύρετο πατρίδα γαῖαν
220
ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
221
πόλλ᾽ ὀλοφυρόμενος . σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
222
ἀνδρὶ δέμας εἰκυῖα νέῳ , ἐπιβώτορι μήλων,
223
παναπάλῳ , οἷοί τε ἀνάκτων παῖδες ἔασι,
224
δίπτυχον ἀμφ᾽ ὤμοισιν ἔχουσ᾽ εὐεργέα λώπην:
225
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσι πέδιλ᾽ ἔχε , χερσὶ δ᾽ ἄκοντα.
226
τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
227
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
228
“ὦ
φίλ᾽ , ἐπεί
σε
πρῶτα
κιχάνω
τῷδ᾽
ἐνὶ
χώρῳ,
229
χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
230
ἀλλὰ σάω μὲν ταῦτα , σάω δ᾽ ἐμέ : σοὶ γὰρ ἐγώ γε
231
εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ᾽ ἱκάνω.
232
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ:
233
τίς γῆ , τίς δῆμος , τίνες ἀνέρες ἐγγεγάασιν;
234
ἦ πού τις νήσων εὐδείελος , ἦέ τις ἀκτὴ
235
κεῖθ᾽ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;”
236
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
237
“νήπιός
εἰς , ὦ
ξεῖν᾽ , ἢ
τηλόθεν
εἰλήλουθας,
238
εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι . οὐδέ τι λίην
239
οὕτω νώνυμός ἐστιν : ἴσασι δέ μιν μάλα πολλοί,
240
ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,
241
ἠδ᾽ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
242
ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
243
οὐδὲ λίην λυπρή , ἀτὰρ οὐδ᾽ εὐρεῖα τέτυκται.
244
ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος , ἐν δέ τε οἶνος
245
γίγνεται : αἰεὶ δ᾽ ὄμβρος ἔχει τεθαλυῖά τ᾽ ἐέρση:
246
αἰγίβοτος δ᾽ ἀγαθὴ καὶ βούβοτος : ἔστι μὲν ὕλη
247
παντοίη , ἐν δ᾽ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
248
τῷ τοι , ξεῖν᾽ , Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ᾽ ἵκει,
249
τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.”
250
“ὣς
φάτο , γήθησεν
δὲ
πολύτλας
δῖος
Ὀδυσσεύς,
251
χαίρων ᾗ γαίῃ πατρωΐῃ , ὥς οἱ ἔειπε
252
Παλλὰς Ἀθηναίη , κούρη Διὸς , αἰγιόχοιο:
253
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
254
οὐδ᾽ ὅ γ᾽ ἀληθέα εἶπε , πάλιν δ᾽ ὅ γε λάζετο μῦθον,
255
αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν:
256
“πυνθανόμην
Ἰθάκης
γε
καὶ
ἐν
Κρήτῃ
εὐρείῃ,
257
τηλοῦ ὑπὲρ πόντου : νῦν δ᾽ εἰλήλουθα καὶ αὐτὸς
258
χρήμασι σὺν τοίσδεσσι : λιπὼν δ᾽ ἔτι παισὶ τοσαῦτα
259
φεύγω , ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
260
Ὀρσίλοχον πόδας ὠκύν , ὃς ἐν Κρήτῃ εὐρείῃ
261
ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
262
οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
263
Τρωϊάδος , τῆς εἵνεκ᾽ ἐγὼ πάθον ἄλγεα θυμῷ,
264
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
265
οὕνεκ᾽ ἄρ᾽ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
266
δήμῳ ἔνι Τρώων , ἀλλ᾽ ἄλλων ἦρχον ἑταίρων.
267
τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
268
ἀγρόθεν , ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ:
269
νὺξ δὲ μάλα δνοφερὴ κάτεχ᾽ οὐρανόν , οὐδέ τις ἡμέας
270
ἀνθρώπων ἐνόησε , λάθον δέ ἑ θυμὸν ἀπούρας.
271
αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
272
αὐτίκ᾽ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
273
ἐλλισάμην , καί σφιν μενοεικέα ληΐδα δῶκα:
274
τούς μ᾽ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
275
ἢ εἰς Ἤλιδα δῖαν , ὅθι κρατέουσιν Ἐπειοί.
276
ἀλλ᾽ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
277
πόλλ᾽ ἀεκαζομένους , οὐδ᾽ ἤθελον ἐξαπατῆσαι.
278
κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
279
σπουδῇ δ᾽ ἐς λιμένα προερέσσαμεν , οὐδέ τις ἡμῖν
280
δόρπου μνῆστις ἔην , μάλα περ χατέουσιν ἑλέσθαι,
281
ἀλλ᾽ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
282
ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
283
οἱ δὲ χρήματ᾽ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
284
κάτθεσαν , ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
285
οἱ δ᾽ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
286
ᾤχοντ᾽ : αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.”
287
ὣς φάτο , μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
288
χειρί τέ μιν κατέρεξε : δέμας δ᾽ ἤϊκτο γυναικὶ
289
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ:
290
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
291
“κερδαλέος
κ᾽
εἴη
καὶ
ἐπίκλοπος
ὅς
σε
παρέλθοι
292
ἐν πάντεσσι δόλοισι , καὶ εἰ θεὸς ἀντιάσειε.
293
σχέτλιε , ποικιλομῆτα , δόλων ἆτ᾽ , οὐκ ἄρ᾽ ἔμελλες,
294
οὐδ᾽ ἐν σῇ περ ἐὼν γαίῃ , λήξειν ἀπατάων
295
μύθων τε κλοπίων , οἵ τοι πεδόθεν φίλοι εἰσίν.
296
ἀλλ᾽ ἄγε , μηκέτι ταῦτα λεγώμεθα , εἰδότες ἄμφω
297
κέρδε᾽ , ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ᾽ ἄριστος ἁπάντων
298
βουλῇ καὶ μύθοισιν , ἐγὼ δ᾽ ἐν πᾶσι θεοῖσι
299
μήτι τε κλέομαι καὶ κέρδεσιν : οὐδὲ σύ γ᾽ ἔγνως
300
Παλλάδ᾽ Ἀθηναίην , κούρην Διός , ἥ τέ τοι αἰεὶ
301
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
302
καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
303
νῦν αὖ δεῦρ᾽ ἱκόμην , ἵνα τοι σὺν μῆτιν ὑφήνω
304
χρήματά τε κρύψω , ὅσα τοι Φαίηκες ἀγαυοὶ
305
ὤπασαν οἴκαδ᾽ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
306
εἴπω θ᾽ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
307
κήδε᾽ ἀνασχέσθαι : σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
308
μηδέ τῳ ἐκφάσθαι μήτ᾽ ἀνδρῶν μήτε γυναικῶν,
309
πάντων , οὕνεκ᾽ ἄρ᾽ ἦλθες ἀλώμενος , ἀλλὰ σιωπῇ
310
πάσχειν ἄλγεα πολλά , βίας ὑποδέγμενος ἀνδρῶν.”
311
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
312
“ἀργαλέον
σε , θεά , γνῶναι
βροτῷ
ἀντιάσαντι,
313
καὶ μάλ᾽ ἐπισταμένῳ : σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
314
τοῦτο δ᾽ ἐγὼν εὖ οἶδ᾽ , ὅτι μοι πάρος ἠπίη ἦσθα,
315
ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
316
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
317
βῆμεν δ᾽ ἐν νήεσσι , θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς,
318
οὔ σέ γ᾽ ἔπειτα ἴδον , κούρη Διός , οὐδ᾽ ἐνόησα
319
νηὸς ἐμῆς ἐπιβᾶσαν , ὅπως τί μοι ἄλγος ἀλάλκοις.
320
ἀλλ᾽ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
321
ἠλώμην , ἧός με θεοὶ κακότητος ἔλυσαν:
322
πρίν γ᾽ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
323
θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
324
νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι —οὐ
γὰρ
ὀΐω
325
ἥκειν εἰς Ἰθάκην εὐδείελον , ἀλλά τιν᾽ ἄλλην
326
γαῖαν ἀναστρέφομαι : σὲ δὲ κερτομέουσαν ὀΐω
327
ταῦτ᾽ ἀγορευέμεναι , ἵν᾽ ἐμὰς φρένας ἠπεροπεύσῃσ—
328
εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ᾽ ἱκάνω.”
329
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
330
“αἰεί
τοι
τοιοῦτον
ἐνὶ
στήθεσσι
νόημα:
331
τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
332
οὕνεκ᾽ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
333
ἀσπασίως γάρ κ᾽ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
334
ἵετ᾽ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ᾽ ἄλοχόν τε:
335
σοὶ δ᾽ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
336
πρίν γ᾽ ἔτι σῆς ἀλόχου πειρήσεαι , ἥ τέ τοι αὔτως
337
ἧσται ἐνὶ μεγάροισιν , ὀϊζυραὶ δέ οἱ αἰεὶ
338
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
339
αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ᾽ ἀπίστεον , ἀλλ᾽ ἐνὶ θυμῷ
340
ᾔδε᾽ , ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους:
341
ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
342
πατροκασιγνήτῳ , ὅς τοι κότον ἔνθετο θυμῷ,
343
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
344
ἀλλ᾽ ἄγε τοι δείξω Ἰθάκης ἕδος , ὄφρα πεποίθῃς.
345
Φόρκυνος μὲν ὅδ᾽ ἐστὶ λιμήν , ἁλίοιο γέροντος,
346
ἥδε δ᾽ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη:
347
ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
348
ἱρὸν νυμφάων , αἳ νηϊάδες καλέονται:
349
τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές , ἔνθα σὺ πολλὰς
350
ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας:
351
τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.”
352
ὣς εἰποῦσα θεὰ σκέδασ᾽ ἠέρα , εἴσατο δὲ χθών:
353
γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
354
χαίρων ᾗ γαίῃ , κύσε δὲ ζείδωρον ἄρουραν.
355
αὐτίκα δὲ νύμφῃς ἠρήσατο , χεῖρας ἀνασχών:
356
“νύμφαι
νηϊάδες , κοῦραι
Διός , οὔ
ποτ᾽
ἐγώ
γε
357
ὄψεσθ᾽ ὔμμ᾽ ἐφάμην : νῦν δ᾽ εὐχωλῇς ἀγανῇσι
358
χαίρετ᾽ : ἀτὰρ καὶ δῶρα διδώσομεν , ὡς τὸ πάρος περ,
359
αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
360
αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.”
361
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
362
“θάρσει , μή
τοι
ταῦτα
μετὰ
φρεσὶ
σῇσι
μελόντων.
363
ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
364
θείμεν αὐτίκα νῦν , ἵνα περ τάδε τοι σόα μίμνῃ:
365
αὐτοὶ δὲ φραζώμεθ᾽ ὅπως ὄχ᾽ ἄριστα γένηται.”
366
ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
367
μαιομένη κευθμῶνας ἀνὰ σπέος : αὐτὰρ Ὀδυσσεὺς
368
ἆσσον πάντ᾽ ἐφόρει , χρυσὸν καὶ ἀτειρέα χαλκὸν
369
εἵματά τ᾽ εὐποίητα , τά οἱ Φαίηκες ἔδωκαν.
370
καὶ τὰ μὲν εὖ κατέθηκε , λίθον δ᾽ ἐπέθηκε θύρῃσι
371
Παλλὰς Ἀθηναίη , κούρη Διὸς αἰγιόχοιο.
372
τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν᾽ ἐλαίης
373
φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
374
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη:
375
“διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
376
φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
377
οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
378
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες:
379
ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
380
πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
381
ἀγγελίας προϊεῖσα , νόος δέ οἱ ἄλλα μενοινᾷ.”
382
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
383
“ὢ
πόποι , ἦ
μάλα
δὴ
Ἀγαμέμνονος
Ἀτρεΐδαο
384
φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
385
εἰ μή μοι σὺ ἕκαστα , θεά , κατὰ μοῖραν ἔειπες.
386
ἀλλ᾽ ἄγε μῆτιν ὕφηνον , ὅπως ἀποτίσομαι αὐτούς:
387
πὰρ δέ μοι αὐτὴ στῆθι , μένος πολυθαρσὲς ἐνεῖσα,
388
οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
389
αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης , γλαυκῶπι,
390
καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
391
σὺν σοί , πότνα θεά , ὅτε μοι πρόφρασσ᾽ ἐπαρήγοις.”
392
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
393
“καὶ
λίην
τοι
ἐγώ
γε
παρέσσομαι , οὐδέ
με
λήσεις,
394
ὁππότε κεν δὴ ταῦτα πενώμεθα : καί τιν᾽ ὀΐω
395
αἵματί τ᾽ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
396
ἀνδρῶν μνηστήρων , οἵ τοι βίοτον κατέδουσιν.
397
ἀλλ᾽ ἄγε σ᾽ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι:
398
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
399
ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὀλέσω τρίχας , ἀμφὶ δὲ λαῖφος
400
ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
401
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ᾽ ἐόντε,
402
ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
403
σῇ τ᾽ ἀλόχῳ καὶ παιδί , τὸν ἐν μεγάροισιν ἔλειπες.
404
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
405
ὅς τοι ὑῶν ἐπίουρος , ὁμῶς δέ τοι ἤπια οἶδε,
406
παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
407
δήεις τόν γε σύεσσι παρήμενον : αἱ δὲ νέμονται
408
πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
409
ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
410
πίνουσαι , τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
411
ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
412
ὄφρ᾽ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
413
Τηλέμαχον καλέουσα , τεὸν φίλον υἱόν , Ὀδυσσεῦ:
414
ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
415
ᾤχετο πευσόμενος μετὰ σὸν κλέος , εἴ που ἔτ᾽ εἴης.”
416
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
417
“τίπτε
τ᾽
ἄρ᾽
οὔ
οἱ
ἔειπες , ἐνὶ
φρεσὶ
πάντα
ἰδυῖα;
418
ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
419
πόντον ἐπ᾽ ἀτρύγετον : βίοτον δέ οἱ ἄλλοι ἔδουσι;”
420
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
421
“μὴ
δή
τοι
κεῖνός
γε
λίην
ἐνθύμιος
ἔστω.
422
αὐτή μιν πόμπευον , ἵνα κλέος ἐσθλὸν ἄροιτο
423
κεῖσ᾽ ἐλθών : ἀτὰρ οὔ τιν᾽ ἔχει πόνον , ἀλλὰ ἕκηλος
424
ἧσται ἐν Ἀτρεΐδαο δόμοις , παρὰ δ᾽ ἄσπετα κεῖται.
425
ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
426
ἱέμενοι κτεῖναι , πρὶν πατρίδα γαῖαν ἱκέσθαι:
427
ἀλλὰ τά γ᾽ οὐκ ὀΐω , πρὶν καί τινα γαῖα καθέξει
428
ἀνδρῶν μνηστήρων , οἵ τοι βίοτον κατέδουσιν.”
429
ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ᾽ Ἀθήνη.
430
κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
431
ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὄλεσε τρίχας , ἀμφὶ δὲ δέρμα
432
πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
433
κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ᾽ ἐόντε:
434
ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
435
ῥωγαλέα ῥυπόωντα , κακῷ μεμορυγμένα καπνῷ:
436
ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ᾽ ἐλάφοιο,
437
ψιλόν : δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
438
πυκνὰ ῥωγαλέην : ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
439
τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν . ἡ μὲν ἔπειτα
440
ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ᾽ Ὀδυσῆος.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.