Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
2
χῶρον ἀν᾽ ὑλήεντα δι᾽ ἄκριας , ᾗ οἱ Ἀθήνη
3
πέφραδε δῖον ὑφορβόν , ὅ οἱ βιότοιο μάλιστα
4
κήδετο οἰκήων , οὓς κτήσατο δῖος Ὀδυσσεύς.
5
τὸν δ᾽ ἄρ᾽ ἐνὶ προδόμῳ εὗρ᾽ ἥμενον , ἔνθα οἱ αὐλὴ
6
ὑψηλὴ δέδμητο , περισκέπτῳ ἐνὶ χώρῳ,
7
καλή τε μεγάλη τε , περίδρομος : ἥν ῥα συβώτης
8
αὐτὸς δείμαθ᾽ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
9
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
10
ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ:
11
σταυροὺς δ᾽ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
12
πυκνοὺς καὶ θαμέας , τὸ μέλαν δρυὸς ἀμφικεάσσας:
13
ἔντοσθεν δ᾽ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
14
πλησίον ἀλλήλων , εὐνὰς συσίν : ἐν δὲ ἑκάστῳ
15
πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
16
θήλειαι τοκάδες : τοὶ δ᾽ ἄρσενες ἐκτὸς ἴαυον,
17
πολλὸν παυρότεροι : τοὺς γὰρ μινύθεσκον ἔδοντες
18
ἀντίθεοι μνηστῆρες , ἐπεὶ προΐαλλε συβώτης
19
αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων:
20
οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
21
πὰρ δὲ κύνες , θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
22
τέσσαρες , οὓς ἔθρεψε συβώτης , ὄρχαμος ἀνδρῶν.
23
αὐτὸς δ᾽ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
24
τάμνων δέρμα βόειον ἐϋχροές : οἱ δὲ δὴ ἄλλοι
25
ᾤχοντ᾽ ἄλλυδις ἄλλος ἅμ᾽ ἀγρομένοισι σύεσσιν,
26
οἱ τρεῖς : τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
27
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
28
ὄφρ᾽ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
29
ἐξαπίνης δ᾽ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
30
οἱ μὲν κεκλήγοντες ἐπέδραμον : αὐτὰρ Ὀδυσσεὺς
31
ἕζετο κερδοσύνη , σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
32
ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος:
33
ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
34
ἔσσυτ᾽ ἀνὰ πρόθυρον , σκῦτος δέ οἱ ἔκπεσε χειρός.
35
τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
36
πυκνῇσιν λιθάδεσσιν : ὁ δὲ προσέειπεν ἄνακτα:
37
“ὦ
γέρον , ἦ
ὀλίγου
σε
κύνες
διεδηλήσαντο
38
ἐξαπίνης , καί κέν μοι ἐλεγχείην κατέχευας.
39
καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε:
40
ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
41
ἧμαι , ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
42
ἔδμεναι : αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
43
πλάζετ᾽ ἐπ᾽ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
44
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
45
ἀλλ᾽ ἕπεο , κλισίηνδ᾽ ἴομεν , γέρον , ὄφρα καὶ αὐτός,
46
σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
47
εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε᾽ ἀνέτλης.”
48
ὣς εἰπὼν κλισίηνδ᾽ ἡγήσατο δῖος ὑφορβός,
49
εἷσεν δ᾽ εἰσαγαγών , ῥῶπας δ᾽ ὑπέχευε δασείας,
50
ἐστόρεσεν δ᾽ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
51
αὐτοῦ ἐνεύναιον , μέγα καὶ δασύ . χαῖρε δ᾽ Ὀδυσσεὺς
52
ὅττι μιν ὣς ὑπέδεκτο , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
53
“Ζεύς
τοι
δοίη , ξεῖνε , καὶ
ἀθάνατοι
θεοὶ
ἄλλοι
54
ὅττι μάλιστ᾽ ἐθέλεις , ὅτι με πρόφρων ὑπέδεξο.”
55
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
56
“ξεῖν᾽ , οὔ
μοι
θέμις
ἔστ᾽ , οὐδ᾽
εἰ
κακίων
σέθεν
ἔλθοι,
57
ξεῖνον ἀτιμῆσαι : πρὸς γὰρ Διός εἰσιν ἅπαντες
58
ξεῖνοί τε πτωχοί τε : δόσις δ᾽ ὀλίγη τε φίλη τε
59
γίγνεται ἡμετέρη : ἡ γὰρ δμώων δίκη ἐστὶν
60
αἰεὶ δειδιότων , ὅτ᾽ ἐπικρατέωσιν ἄνακτες
61
οἱ νέοι . ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
62
ὅς κεν ἔμ᾽ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
64
οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
63
οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
65
ὅς οἱ πολλὰ κάμῃσι , θεὸς δ᾽ ἐπὶ ἔργον ἀέξῃ,
66
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται , ᾧ ἐπιμίμνω.
67
τῷ κέ με πόλλ᾽ ὤνησεν ἄναξ , εἰ αὐτόθ᾽ ἐγήρα:
68
ἀλλ᾽ ὄλεθ᾽ —ὡς
ὤφελλ᾽
Ἑλένης
ἀπὸ
φῦλον
ὀλέσθαι
69
πρόχνυ , ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε:
70
καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
71
Ἴλιον εἰς εὔπωλον , ἵνα Τρώεσσι μάχοιτο.”
72
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
73
βῆ δ᾽ ἴμεν ἐς συφεούς , ὅθι ἔθνεα ἔρχατο χοίρων.
74
ἔνθεν ἑλὼν δύ᾽ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
75
εὗσέ τε μίστυλλέν τε καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειρεν.
76
ὀπτήσας δ᾽ ἄρα πάντα φέρων παρέθηκ᾽ Ὀδυσῆϊ
77
θέρμ᾽ αὐτοῖς ὀβελοῖσιν : ὁ δ᾽ ἄλφιτα λευκὰ πάλυνεν:
78
ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
79
αὐτὸς δ᾽ ἀντίον ἷζεν , ἐποτρύνων δὲ προσηύδα:
80
“ἔσθιε
νῦν , ὦ
ξεῖνε , τά
τε
δμώεσσι
πάρεστι,
81
χοίρε᾽ : ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
82
οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ᾽ ἐλεητύν.
83
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
84
ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ᾽ ἀνθρώπων.
85
καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι , οἵ τ᾽ ἐπὶ γαίης
86
ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
87
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
88
καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
89
οἵδε δὲ καί τι ἴσασι , θεοῦ δέ τιν᾽ ἔκλυον αὐδήν,
90
κείνου λυγρὸν ὄλεθρον , ὅτ᾽ οὐκ ἐθέλουσι δικαίως
91
μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ᾽ , ἀλλὰ ἕκηλοι
92
κτήματα δαρδάπτουσιν ὑπέρβιον , οὐδ᾽ ἔπι φειδώ.
93
ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
94
οὔ ποθ᾽ ἓν ἱρεύουσ᾽ ἱερήϊον , οὐδὲ δύ᾽ οἴω:
95
οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
96
ἦ γάρ οἱ ζωή γ᾽ ἦν ἄσπετος : οὔ τινι τόσση
97
ἀνδρῶν ἡρώων , οὔτ᾽ ἠπείροιο μελαίνης
98
οὔτ᾽ αὐτῆς Ἰθάκης : οὐδὲ ξυνεείκοσι φωτῶν
99
ἔστ᾽ ἄφενος τοσσοῦτον : ἐγὼ δέ κέ τοι καταλέξω.
100
δώδεκ᾽ ἐν ἠπείρῳ ἀγέλαι : τόσα πώεα οἰῶν,
101
τόσσα συῶν συβόσια , τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν
102
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
103
ἐνθάδε δ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν ἕνδεκα πάντα
104
ἐσχατιῇ βόσκοντ᾽ , ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄρονται.
105
τῶν αἰεί σφιν ἕκαστος ἐπ᾽ ἤματι μῆλον ἀγινεῖ,
106
ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
107
αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
108
καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.”
109
ὣς φάθ᾽ , ὁ δ᾽ ἐνδυκέως κρέα τ᾽ ἤσθιε πῖνέ τε οἶνον
110
ἁρπαλέως ἀκέων , κακὰ δὲ μνηστῆρσι φύτευεν.
111
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
112
καί οἱ πλησάμενος δῶκε σκύφον , ᾧ περ ἔπινεν,
113
οἴνου ἐνίπλειον : ὁ δ᾽ ἐδέξατο , χαῖρε δὲ θυμῷ,
114
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
115
“ὦ
φίλε , τίς
γάρ
σε
πρίατο
κτεάτεσσιν
ἑοῖσιν,
116
ὧδε μάλ᾽ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
117
φῆς δ᾽ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
118
εἰπέ μοι , αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
119
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
120
εἴ κέ μιν ἀγγείλαιμι ἰδών : ἐπὶ πολλὰ δ᾽ ἀλήθην.”
121
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα συβώτης , ὄρχαμος ἀνδρῶν:
122
“ὦ
γέρον , οὔ
τις
κεῖνον
ἀνὴρ
ἀλαλήμενος
ἐλθὼν
123
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
124
ἀλλ᾽ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
125
ψεύδοντ᾽ , οὐδ᾽ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
126
ὃς δέ κ᾽ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
127
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει:
128
ἡ δ᾽ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
129
καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
130
ἣ θέμις ἐστὶ γυναικός , ἐπὴν πόσις ἄλλοθ᾽ ὄληται.
131
αἶψά κε καὶ σύ , γεραιέ , ἔπος παρατεκτήναιο.
132
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
133
τοῦ δ᾽ ἤδη μέλλουσι κύνες ταχέες τ᾽ οἰωνοὶ
134
ῥινὸν ἀπ᾽ ὀστεόφιν ἐρύσαι , ψυχὴ δὲ λέλοιπεν:
135
ἢ τόν γ᾽ ἐν πόντῳ φάγον ἰχθύες , ὀστέα δ᾽ αὐτοῦ
136
κεῖται ἐπ᾽ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
137
ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλε , φίλοισι δὲ κήδε᾽ ὀπίσσω
138
πᾶσιν , ἐμοὶ δὲ μάλιστα , τετεύχαται : οὐ γὰρ ἔτ᾽ ἄλλον
139
ἤπιον ὧδε ἄνακτα κιχήσομαι , ὁππόσ᾽ ἐπέλθω,
140
οὐδ᾽ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
141
οἶκον , ὅθι πρῶτον γενόμην καί μ᾽ ἔτρεφον αὐτοί.
142
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι , ἱέμενός περ
143
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ:
144
ἀλλά μ᾽ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
145
τὸν μὲν ἐγών , ὦ ξεῖνε , καὶ οὐ παρεόντ᾽ ὀνομάζειν
146
αἰδέομαι : πέρι γάρ μ᾽ ἐφίλει καὶ κήδετο θυμῷ:
147
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.”
148
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
149
“ὦ
φίλ᾽ , ἐπειδὴ
πάμπαν
ἀναίνεαι , οὐδ᾽
ἔτι
φῇσθα
150
κεῖνον ἐλεύσεσθαι , θυμὸς δέ τοι αἰὲν ἄπιστος:
151
ἀλλ᾽ ἐγὼ οὐκ αὔτως μυθήσομαι , ἀλλὰ σὺν ὅρκῳ,
152
ὡς νεῖται Ὀδυσεύς : εὐαγγέλιον δέ μοι ἔστω
153
αὐτίκ᾽ , ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ᾽ ἵκηται:
154
ἕσσαι με χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά:
155
πρὶν δέ κε , καὶ μάλα περ κεχρημένος , οὔ τι δεχοίμην.
156
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
157
γίγνεται , ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
158
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν , ξενίη τε τράπεζα,
159
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω:
160
ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
161
τοῦδ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς.
162
τοῦ μὲν φθίνοντος μηνός , τοῦ δ᾽ ἱσταμένοιο,
163
οἴκαδε νοστήσει , καὶ τίσεται ὅς τις ἐκείνου
164
ἐνθάδ᾽ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.”
165
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
166
“ὦ
γέρον , οὔτ᾽
ἄρ᾽
ἐγὼν
εὐαγγέλιον
τόδε
τίσω,
167
οὔτ᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται : ἀλλὰ ἕκηλος
168
πῖνε , καὶ ἄλλα παρὲξ μεμνώμεθα , μηδέ με τούτων
169
μίμνησκ᾽ : ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
170
ἄχνυται , ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
171
ἀλλ᾽ ἦ τοι ὅρκον μὲν ἐάσομεν , αὐτὰρ Ὀδυσσεὺς
172
ἔλθοι ὅπως μιν ἐγώ γ᾽ ἐθέλω καὶ Πηνελόπεια
173
Λαέρτης θ᾽ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
174
νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι , ὃν τέκ᾽ Ὀδυσσεύς,
175
Τηλεμάχου : τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
176
καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
177
πατρὸς ἑοῖο φίλοιο , δέμας καὶ εἶδος ἀγητόν,
178
τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
179
ἠέ τις ἀνθρώπων : ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
180
ἐς Πύλον ἠγαθέην : τὸν δὲ μνηστῆρες ἀγαυοὶ
181
οἴκαδ᾽ ἰόντα λοχῶσιν , ὅπως ἀπὸ φῦλον ὄληται
182
νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
183
ἀλλ᾽ ἦ τοι κεῖνον μὲν ἐάσομεν , ἤ κεν ἁλώῃ
184
ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
185
ἀλλ᾽ ἄγε μοι σύ , γεραιέ , τὰ σ᾽ αὐτοῦ κήδε᾽ ἐνίσπες
186
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ:
187
τίς πόθεν εἶς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες;
188
ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο : πῶς δέ σε ναῦται
189
ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο;
190
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.”
191
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
192
“τοιγὰρ
ἐγώ
τοι
ταῦτα
μάλ᾽
ἀτρεκέως
ἀγορεύσω.
193
εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
194
ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
195
δαίνυσθαι ἀκέοντ᾽ , ἄλλοι δ᾽ ἐπὶ ἔργον ἕποιεν:
196
ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
197
οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
198
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
199
“ἐκ
μὲν
Κρητάων
γένος
εὔχομαι
εὐρειάων,
200
ἀνέρος ἀφνειοῖο πάϊς : πολλοὶ δὲ καὶ ἄλλοι
201
υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδ᾽ ἐγένοντο
202
γνήσιοι ἐξ ἀλόχου : ἐμὲ δ᾽ ὠνητὴ τέκε μήτηρ
203
παλλακίς , ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
204
Κάστωρ Ὑλακίδης , τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
205
ὃς τότ᾽ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
206
ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
207
ἀλλ᾽ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
208
εἰς Ἀΐδαο δόμους : τοὶ δὲ ζωὴν ἐδύσαντο
209
παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
210
αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί᾽ ἔνειμαν.
211
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
212
εἵνεκ᾽ ἐμῆς ἀρετῆς , ἐπεὶ οὐκ ἀποφώλιος ἦα
213
οὐδὲ φυγοπτόλεμος : νῦν δ᾽ ἤδη πάντα λέλοιπεν
214
ἀλλ᾽ ἔμπης καλάμην γέ σ᾽ ὀΐομαι εἰσορόωντα
215
γιγνώσκειν : ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
216
ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ᾽ ἔδοσαν καὶ Ἀθήνη
217
καὶ ῥηξηνορίην : ὁπότε κρίνοιμι λόχονδε
218
ἄνδρας ἀριστῆας , κακὰ δυσμενέεσσι φυτεύων,
219
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
220
ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
221
ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
222
τοῖος ἔα ἐν πολέμῳ : ἔργον δέ μοι οὐ φίλον ἔσκεν
223
οὐδ᾽ οἰκωφελίη , ἥ τε τρέφει ἀγλαὰ τέκνα,
224
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
225
καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
226
λυγρά , τά τ᾽ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
227
αὐτὰρ ἐμοὶ τὰ φίλ᾽ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν:
228
ἄλλος γάρ τ᾽ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
229
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
230
εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
231
ἄνδρας ἐς ἀλλοδαπούς , καί μοι μάλα τύγχανε πολλά.
232
τῶν ἐξαιρεύμην μενοεικέα , πολλὰ δ᾽ ὀπίσσω
233
λάγχανον : αἶψα δὲ οἶκος ὀφέλλετο , καί ῥα ἔπειτα
234
δεινός τ᾽ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
235
“ἀλλ᾽
ὅτε
δὴ
τήν
γε
στυγερὴν
ὁδὸν
εὐρύοπα
Ζεὺς
236
ἐφράσαθ᾽ , ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε,
237
δὴ τότ᾽ ἔμ᾽ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
238
νήεσσ᾽ ἡγήσασθαι ἐς Ἴλιον : οὐδέ τι μῆχος
239
ἦεν ἀνήνασθαι , χαλεπὴ δ᾽ ἔχε δήμου φῆμις.
240
ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
241
τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
242
οἴκαδε σὺν νήεσσι , θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς.
243
αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς:
244
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
245
κουριδίῃ τ᾽ ἀλόχῳ καὶ κτήμασιν : αὐτὰρ ἔπειτα
246
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
247
νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
248
ἐννέα νῆας στεῖλα , θοῶς δ᾽ ἐσαγείρατο λαός.
249
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
250
δαίνυντ᾽ : αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
251
θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
252
ἑβδομάτῃ δ᾽ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
253
ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
254
ῥηϊδίως , ὡς εἴ τε κατὰ ῥόον : οὐδέ τις οὖν μοι
255
νηῶν πημάνθη , ἀλλ᾽ ἀσκηθέες καὶ ἄνουσοι
256
ἥμεθα , τὰς δ᾽ ἄνεμός τε κυβερνῆταί τ᾽ ἴθυνον.
257
“πεμπταῖοι
δ᾽
Αἴγυπτον
ἐϋρρείτην
ἱκόμεσθα,
258
στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
259
ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
260
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
261
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι:
262
οἱ δ᾽ ὕβρει εἴξαντες , ἐπισπόμενοι μένεϊ σφῷ,
263
αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
264
πόρθεον , ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
265
αὐτούς τ᾽ ἔκτεινον : τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
266
οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν
267
ἦλθον : πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
268
χαλκοῦ τε στεροπῆς : ἐν δὲ Ζεὺς τερπικέραυνος
269
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν , οὐδέ τις ἔτλη
270
μεῖναι ἐναντίβιον : περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
271
ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
272
τοὺς δ᾽ ἄναγον ζωούς , σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
273
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
274
ποίησ᾽ —ὡς
ὄφελον
θανέειν
καὶ
πότμον
ἐπισπεῖν
275
αὐτοῦ ἐν Αἰγύπτῳ : ἔτι γάρ νύ με πῆμ᾽ ὑπέδεκτο—
276
αὐτίκ᾽ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
277
καὶ σάκος ὤμοιϊν , δόρυ δ᾽ ἔκβαλον ἔκτοσε χειρός:
278
αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
279
καὶ κύσα γούναθ᾽ ἑλών : ὁδ᾽ ἐρύσατο καί μ᾽ ἐλέησεν,
280
ἐς δίφρον δέ μ᾽ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
281
ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
282
ἱέμενοι κτεῖναι —δὴ
γὰρ
κεχολώατο
λίην—
283
ἀλλ᾽ ἀπὸ κεῖνος ἔρυκε , Διὸς δ᾽ ὠπίζετο μῆνιν
284
ξεινίου , ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
285
“ἔνθα
μὲν
ἑπτάετες
μένον
αὐτόθι , πολλὰ
δ᾽
ἄγειρα
286
χρήματ᾽ ἀν᾽ Αἰγυπτίους ἄνδρας : δίδοσαν γὰρ ἅπαντες.
287
ἀλλ᾽ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
288
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
289
τρώκτης , ὃς δὴ πολλὰ κάκ᾽ ἀνθρώποισιν ἐώργει:
290
ὅς μ᾽ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν , ὄφρ᾽ ἱκόμεσθα
291
Φοινίκην , ὅθι τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔκειτο.
292
ἔνθα παρ᾽ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
293
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
294
ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
295
ἐς Λιβύην μ᾽ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
296
ψεύδεα βουλεύσας , ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
297
κεῖθι δέ μ᾽ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
298
τῷ ἑπόμην ἐπὶ νηός , ὀϊόμενός περ , ἀνάγκῃ.
299
ἡ δ᾽ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
300
μέσσον ὑπὲρ Κρήτης : Ζεὺς δέ σφισι μήδετ᾽ ὄλεθρον.
301
ἀλλ᾽ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν , οὐδέ τις ἄλλη
302
φαίνετο γαιάων , ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα,
303
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
304
νηὸς ὕπερ γλαφυρῆς , ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
305
Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν:
306
ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
307
ἐν δὲ θεείου πλῆτο : πέσον δ᾽ ἐκ νηὸς ἅπαντες.
308
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
309
κύμασιν ἐμφορέοντο : θεὸς δ᾽ ἀποαίνυτο νόστον.
310
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός , ἔχοντί περ ἄλγεα θυμῷ,
311
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
312
ἐν χείρεσσιν ἔθηκεν , ὅπως ἔτι πῆμα φύγοιμι.
313
τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
314
ἐννῆμαρ φερόμην , δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
315
γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
316
ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
317
ἥρως ἀπριάτην : τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
318
αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
319
χειρὸς ἀναστήσας , ὄφρ᾽ ἵκετο δώματα πατρός:
320
ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
321
“ἔνθ᾽
Ὀδυσῆος
ἐγὼ
πυθόμην : κεῖνος
γὰρ
ἔφασκε
322
ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ᾽ ἐς πατρίδα γαῖαν,
323
καί μοι κτήματ᾽ ἔδειξεν ὅσα ξυναγείρατ᾽ Ὀδυσσεύς,
324
χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
325
καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γ᾽ ἔτι βόσκοι:
326
τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
327
τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι , ὄφρα θεοῖο
328
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
329
ὅππως νοστήσει᾽ Ἰθάκης ἐς πίονα δῆμον
330
ἤδη δὴν ἀπεών , ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
331
ὤμοσε δὲ πρὸς ἔμ᾽ αὐτόν , ἀποσπένδων ἐνὶ οἴκῳ,
332
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
333
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
334
ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε : τύχησε γὰρ ἐρχομένη νηῦς
335
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
336
ἔνθ᾽ ὅ γέ μ᾽ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
337
ἐνδυκέως : τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
338
ἀμφ᾽ ἐμοί , ὄφρ᾽ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
339
ἀλλ᾽ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
340
αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
341
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἔδυσαν,
342
ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
343
ῥωγαλέα , τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι:
344
ἑσπέριοι δ᾽ Ἰθάκης εὐδειέλου ἔργ᾽ ἀφίκοντο.
345
ἔνθ᾽ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
346
ὅπλῳ ἐϋστρεφέϊ στερεῶς , αὐτοὶ δ᾽ ἀποβάντες
347
ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
348
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
349
ῥηϊδίως : κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
350
ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
351
στῆθος , ἔπειτα δὲ χερσὶ διήρεσσ᾽ ἀμφοτέρῃσι
352
νηχόμενος , μάλα δ᾽ ὦκα θύρηθ᾽ ἔα ἀμφὶς ἐκείνων.
353
ἔνθ᾽ ἀναβάς , ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
354
κείμην πεπτηώς . οἱ δὲ μεγάλα στενάχοντες
355
φοίτων : ἀλλ᾽ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
356
μαίεσθαι προτέρω , τοὶ μὲν πάλιν αὖτις ἔβαινον
357
νηὸς ἔπι γλαφυρῆς : ἐμὲ δ᾽ ἔκρυψαν θεοὶ αὐτοὶ
358
ῥηϊδίως , καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
359
ἀνδρὸς ἐπισταμένου : ἔτι γάρ νύ μοι αἶσα βιῶναι.”
360
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
361
“ἆ
δειλὲ
ξείνων , ἦ
μοι
μάλα
θυμὸν
ὄρινας
362
ταῦτα ἕκαστα λέγων , ὅσα δὴ πάθες ἠδ᾽ ὅσ᾽ ἀλήθης.
363
ἀλλὰ τά γ᾽ οὐ κατὰ κόσμον ὀΐομαι , οὐδέ με πείσεις
364
εἰπὼν ἀμφ᾽ Ὀδυσῆϊ : τί σε χρὴ τοῖον ἐόντα
365
μαψιδίως ψεύδεσθαι ; ἐγὼ δ᾽ εὖ οἶδα καὶ αὐτὸς
366
νόστον ἐμοῖο ἄνακτος , ὅ τ᾽ ἤχθετο πᾶσι θεοῖσι
367
πάγχυ μάλ᾽ , ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
368
ἠὲ φίλων ἐν χερσίν , ἐπεὶ πόλεμον τολύπευσε.
369
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
370
ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω
371
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
372
αὐτὰρ ἐγὼ παρ᾽ ὕεσσιν ἀπότροπος : οὐδὲ πόλινδε
373
ἔρχομαι , εἰ μή πού τι περίφρων Πηνελόπεια
374
ἐλθέμεν ὀτρύνῃσιν , ὅτ᾽ ἀγγελίη ποθὲν ἔλθῃ.
375
ἀλλ᾽ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
376
ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
377
ἠδ᾽ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες:
378
ἀλλ᾽ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
379
ἐξ οὗ δή μ᾽ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
380
ὅς ῥ᾽ ἄνδρα κτείνας , πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
381
ἦλθεν ἐμὰ πρὸς δώματ᾽ : ἐγὼ δέ μιν ἀμφαγάπαζον.
382
φῆ δέ μιν ἐν Κρήτεσσι παρ᾽ Ἰδομενῆϊ ἰδέσθαι
383
νῆας ἀκειόμενον , τάς οἱ ξυνέαξαν ἄελλαι:
384
καὶ φάτ᾽ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
385
πολλὰ χρήματ᾽ ἄγοντα , σὺν ἀντιθέοις ἑτάροισι.
386
καὶ σύ , γέρον πολυπενθές , ἐπεί σέ μοι ἤγαγε δαίμων,
387
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε:
388
οὐ γὰρ τοὔνεκ᾽ ἐγώ σ᾽ αἰδέσσομαι οὐδὲ φιλήσω,
389
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ᾽ ἐλεαίρων.”
390
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
391
“ἦ
μάλα
τίς
τοι
θυμὸς
ἐνὶ
στήθεσσιν
ἄπιστος,
392
οἷόν σ᾽ οὐδ᾽ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
393
ἀλλ᾽ ἄγε νῦν ῥήτρην ποιησόμεθ᾽ : αὐτὰρ ὄπισθε
394
μάρτυροι ἀμφοτέροισι θεοί , τοὶ Ὄλυμπον ἔχουσιν.
395
εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
396
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
397
Δουλίχιόνδ᾽ ἰέναι , ὅθι μοι φίλον ἔπλετο θυμῷ:
398
εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
399
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
400
ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.”
401
τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός:
402
“ξεῖν᾽ , οὕτω
γάρ
κέν
μοι
ἐϋκλείη
τ᾽
ἀρετή
τε
403
εἴη ἐπ᾽ ἀνθρώπους ἅμα τ᾽ αὐτίκα καὶ μετέπειτα,
404
ὅς σ᾽ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
405
αὖτις δὲ κτείναιμι φίλον τ᾽ ἀπὸ θυμὸν ἑλοίμην:
406
πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
407
νῦν δ᾽ ὥρη δόρποιο : τάχιστά μοι ἔνδον ἑταῖροι
408
εἶεν , ἵν᾽ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.”
409
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
410
ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
411
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
412
κλαγγὴ δ᾽ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
413
αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός:
414
“ἄξεθ᾽
ὑῶν
τὸν
ἄριστον , ἵνα
ξείνῳ
ἱερεύσω
415
τηλεδαπῷ : πρὸς δ᾽ αὐτοὶ ὀνησόμεθ᾽ , οἵ περ ὀϊζὺν
416
δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ᾽ ἀργιοδόντων:
417
ἄλλοι δ᾽ ἡμέτερον κάματον νήποινον ἔδουσιν.”
418
ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
419
οἱ δ᾽ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
420
τὸν μὲν ἔπειτ᾽ ἔστησαν ἐπ᾽ ἐσχάρῃ : οὐδὲ συβώτης
421
λήθετ᾽ ἄρ᾽ ἀθανάτων : φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν:
422
ἀλλ᾽ ὅγ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
423
ἀργιόδοντος ὑός , καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
424
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
425
κόψε δ᾽ ἀνασχόμενος σχίζῃ δρυός , ἣν λίπε κείων:
426
τὸν δ᾽ ἔλιπε ψυχή . τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν:
427
αἶψα δέ μιν διέχευαν : ὁ δ᾽ ὠμοθετεῖτο συβώτης,
428
πάντων ἀρχόμενος μελέων , ἐς πίονα δημόν,
429
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε , παλύνας ἀλφίτου ἀκτῇ,
430
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
431
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
432
βάλλον δ᾽ εἰν ἐλεοῖσιν ἀολλέα : ἂν δὲ συβώτης
433
ἵστατο δαιτρεύσων : περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
434
καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων:
435
τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ , Μαιάδος υἱεῖ,
436
θῆκεν ἐπευξάμενος , τὰς δ᾽ ἄλλας νεῖμεν ἑκάστῳ:
437
νώτοισιν δ᾽ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
438
ἀργιόδοντος ὑός , κύδαινε δὲ θυμὸν ἄνακτος:
439
καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς:
440
“αἴθ᾽
οὕτως , Εὔμαιε , φίλος
Διὶ
πατρὶ
γένοιο
441
ὡς ἐμοί , ὅττι τε τοῖον ἐόντ᾽ ἀγαθοῖσι γεραίρεις.”
442
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
443
“ἔσθιε , δαιμόνιε
ξείνων , καὶ
τέρπεο
τοῖσδε,
444
οἷα πάρεστι : θεὸς δὲ τὸ μὲν δώσει , τὸ δ᾽ ἐάσει,
445
ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ : δύναται γὰρ ἅπαντα.”
446
ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
447
σπείσας δ᾽ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
448
ἐν χείρεσσιν ἔθηκεν : ὁ δ᾽ ἕζετο ᾗ παρὰ μοίρῃ.
449
σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος , ὅν ῥα συβώτης
450
αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
451
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος:
452
πὰρ δ᾽ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
453
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
454
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
455
σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος , οἱ δ᾽ ἐπὶ κοῖτον
456
σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
457
νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ σκοτομήνιος , ὗε δ᾽ ἄρα Ζεὺς
458
πάννυχος , αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
459
τοῖς δ᾽ Ὀδυσεὺς μετέειπε , συβώτεω πειρητίζων,
460
εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι , ἤ τιν᾽ ἑταίρων
461
ἄλλον ἐποτρύνειεν , ἐπεί ἑο κήδετο λίην:
462
“κέκλυθι
νῦν , Εὔμαιε
καὶ
ἄλλοι
πάντες
ἑταῖροι,
463
εὐξάμενός τι ἔπος ἐρέω : οἶνος γὰρ ἀνώγει
464
ἠλεός , ὅς τ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι
465
καί θ᾽ ἁπαλὸν γελάσαι , καί τ᾽ ὀρχήσασθαι ἀνῆκε,
466
καί τι ἔπος προέηκεν ὅ περ τ᾽ ἄρρητον ἄμεινον.
467
ἀλλ᾽ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον , οὐκ ἐπικεύσω.
468
εἴθ᾽ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
469
ὡς ὅθ᾽ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
470
ἡγείσθην δ᾽ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
471
τοῖσι δ᾽ ἅμα τρίτος ἄρχον ἐγών : αὐτοὶ γὰρ ἄνωγον.
472
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
473
ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
474
ἂν δόνακας καὶ ἕλος , ὑπὸ τεύχεσι πεπτηῶτες
475
κείμεθα . νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
476
πηγυλίς : αὐτὰρ ὕπερθε χιὼν γένετ᾽ ἠΰτε πάχνη,
477
ψυχρή , καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
478
ἔνθ᾽ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
479
εὗδον δ᾽ εὔκηλοι , σάκεσιν εἰλυμένοι ὤμους:
480
αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
481
ἀφραδίῃς , ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
482
ἀλλ᾽ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
483
ἀλλ᾽ ὅτε δὴ τρίχα νυκτὸς ἔην , μετὰ δ᾽ ἄστρα βεβήκει,
484
καὶ τότ᾽ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
485
ἀγκῶνι νύξας : ὁ δ᾽ ἄρ᾽ ἐμμαπέως ὑπάκουσε:
486
“διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ,
487
οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι , ἀλλά με χεῖμα
488
δάμναται : οὐ γὰρ ἔχω χλαῖναν : παρά μ᾽ ἤπαφε δαίμων
489
οἰοχίτων᾽ ἔμεναι : νῦν δ᾽ οὐκέτι φυκτὰ πέλονται.”
490
“ὣς
ἐφάμην , ὁ
δ᾽
ἔπειτα
νόον
σχέθε
τόνδ᾽
ἐνὶ
θυμῷ,
491
οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι:
492
φθεγξάμενος δ᾽ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε:
493
“σίγα
νῦν , μή
τίς
σευ
Ἀχαιῶν
ἄλλος
ἀκούσῃ.”
494
“ἦ
καὶ
ἐπ᾽
ἀγκῶνος
κεφαλὴν
σχέθεν
εἶπέ
τε
μῦθον:
495
‘κλῦτε , φίλοι : θεῖός
μοι
ἐνύπνιον
ἦλθεν
ὄνειρος.
496
λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν : ἀλλά τις εἴη
497
εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι , ποιμένι λαῶν,
498
εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.’
499
“ὣς
ἔφατ᾽ , ὦρτο
δ᾽
ἔπειτα
Θόας , Ἀνδραίμονος
υἱός,
500
καρπαλίμως , ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
501
βῆ δὲ θέειν ἐπὶ νῆας : ἐγὼ δ᾽ ἐνὶ εἵματι κείνου
502
κείμην ἀσπασίως , φάε δὲ χρυσόθρονος Ἠώς.
503
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη:
504
δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
505
ἀμφότερον , φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος:
506
νῦν δέ μ᾽ ἀτιμάζουσι κακὰ χροῒ εἵματ᾽ ἔχοντα.”
507
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
508
“ὦ
γέρον , αἶνος
μέν
τοι
ἀμύμων , ὃν
κατέλεξας,
509
οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες:
510
τῷ οὔτ᾽ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
511
ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
512
νῦν : ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
513
οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
514
ἐνθάδε ἕννυσθαι , μία δ᾽ οἴη φωτὶ ἑκάστῳ.
515
αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
516
αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
517
πέμψει δ᾽ ὅππῃ σε κραδίη θυμός τε κελεύει.”
518
“ὣς
εἰπὼν
ἀνόρουσε , τίθει
δ᾽
ἄρα
οἱ
πυρὸς
ἐγγὺς
519
εὐνήν , ἐν δ᾽ ὀΐων τε καὶ αἰγῶν δέρματ᾽ ἔβαλλεν.
520
ἔνθ᾽ Ὀδυσεὺς κατέλεκτ᾽ : ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
521
πυκνὴν καὶ μεγάλην , ἥ οἱ παρεκέσκετ᾽ ἀμοιβάς,
522
ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
523
“ὣς
ὁ
μὲν
ἔνθ᾽
Ὀδυσεὺς
κοιμήσατο , τοὶ
δὲ
παρ᾽
αὐτὸν
524
ἄνδρες κοιμήσαντο νεηνίαι : οὐδὲ συβώτῃ
525
ἥνδανεν αὐτόθι κοῖτος , ὑῶν ἄπο κοιμηθῆναι,
526
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἔξω ἰὼν ὡπλίζετο : χαῖρε δ᾽ Ὀδυσσεύς,
527
ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
528
πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ᾽ ὤμοις,
529
ἀμφὶ δὲ χλαῖναν ἑέσσατ᾽ ἀλεξάνεμον , μάλα πυκνήν,
530
ἂν δὲ νάκην ἕλετ᾽ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
531
εἵλετο δ᾽ ὀξὺν ἄκοντα , κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
532
βῆ δ᾽ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
533
πέτρῃ ὕπο γλαφυρῇ εὗδον , Βορέω ὑπ᾽ ἰωγῇ.