Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ῥαῖσαι , ἵν᾽ ἤδη σχῶνται , ἀπολλήξωσι δὲ πομπῆς
ἀνθρώπων , μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
πέπον , ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
155
ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
λαοὶ ἀπὸ πτόλιος , θεῖναι λίθον ἐγγύθι γαίης
νηῒ θοῇ ἴκελον , ἵνα θαυμάζωσιν ἅπαντες
ἄνθρωποι , μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.”
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
160
βῆ ῥ᾽ ἴμεν ἐς Σχερίην , ὅθι Φαίηκες γεγάασιν.
ἔνθ᾽ ἔμεν᾽ : δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
ῥίμφα διωκομένη : τῆς δὲ σχεδὸν ἦλθ᾽ ἐνοσίχθων,
ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
χειρὶ καταπρηνεῖ ἐλάσας : δὲ νόσφι βεβήκει.
165
οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον
Φαίηκες δολιχήρετμοι , ναυσίκλυτοι ἄνδρες.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
μοι , τίς δὴ νῆα θοὴν ἐπέδησ᾽ ἐνὶ πόντῳ
οἴκαδ᾽ ἐλαυνομένην ; καὶ δὴ προὐφαίνετο πᾶσα.”
170
ὣς ἄρα τις εἴπεσκε : τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν:
πόποι , μάλα δή με παλαίφατα θέσφαθ᾽ ἱκάνει
πατρὸς ἐμοῦ , ὃς ἔφασκε Ποσειδάων᾽ ἀγάσασθαι
ἡμῖν , οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
175
φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα , νῆα,
ἐκ πομπῆς ἀνιοῦσαν , ἐν ἠεροειδέϊ πόντῳ
ῥαισέμεναι , μέγα δ᾽ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
ὣς ἀγόρευ᾽ γέρων : τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
ἀλλ᾽ ἄγεθ᾽ , ὡς ἂν ἐγὼ εἴπω , πειθώμεθα πάντες:
180
πομπῆς μὲν παύσασθε βροτῶν , ὅτε κέν τις ἵκηται