Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ δόρποιο λιλαίεται , τε πανῆμαρ
νειὸν ἀν᾽ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον:
ἀσπασίως δ᾽ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
δόρπον ἐποίχεσθαι , βλάβεται δέ τε γούνατ᾽ ἰόντι:
35
ὣς Ὀδυσῆ᾽ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον:
Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν,
πέμπετέ με σπείσαντες ἀπήμονα , χαίρετε δ᾽ αὐτοί:
40
ἤδη γὰρ τετέλεσται μοι φίλος ἤθελε θυμός,
πομπὴ καὶ φίλα δῶρα , τά μοι θεοὶ Οὐρανίωνες
ὄλβια ποιήσειαν : ἀμύμονα δ᾽ οἴκοι ἄκοιτιν
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
ὑμεῖς δ᾽ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
45
κουριδίας καὶ τέκνα : θεοὶ δ᾽ ἀρετὴν ὀπάσειαν
παντοίην , καὶ μή τι κακὸν μεταδήμιον εἴη.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
πεμπέμεναι τὸν ξεῖνον , ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:
50
Ποντόνοε , κρητῆρα κερασσάμενος μέθυ νεῖμον
πᾶσιν ἀνὰ μέγαρον , ὄφρ᾽ εὐξάμενοι Διὶ πατρὶ
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.”
ὣς φάτο , Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν : οἱ δὲ θεοῖσιν
55
ἔσπεισαν μακάρεσσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
αὐτόθεν ἐξ ἑδρέων . ἀνὰ δ᾽ ἵστατο δῖος Ὀδυσσεύς,
Ἀρήτῃ δ᾽ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
χαῖρέ μοι , βασίλεια , διαμπερές , εἰς κε γῆρας
60
ἔλθῃ καὶ θάνατος , τά τ᾽ ἐπ᾽ ἀνθρώποισι πέλονται.