Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐγὼ νέομαι : σὺ δὲ τέρπεο τῷδ᾽ ἐνὶ οἴκῳ
παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.”
ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
τῷ δ᾽ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
65
ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης:
Ἀρήτη δ᾽ ἄρα οἱ δμῳὰς ἅμ᾽ ἔπεμπε γυναῖκας,
τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
τὴν δ᾽ ἑτέρην χηλὸν πυκινὴν ἅμ᾽ ὄπασσε κομίζειν:
δ᾽ ἄλλη σῖτόν τ᾽ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
70
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
αἶψα τά γ᾽ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
δεξάμενοι κατέθεντο , πόσιν καὶ βρῶσιν ἅπασαν:
κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
νηὸς ἐπ᾽ ἰκριόφιν γλαφυρῆς , ἵνα νήγρετον εὕδοι,
75
πρυμνῆς : ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
σιγῇ : τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
κόσμῳ , πεῖσμα δ᾽ ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.
εὖθ᾽ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
80
νήγρετος , ἥδιστος , θανάτῳ ἄγχιστα ἐοικώς.
δ᾽ , ὥς τ᾽ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
πάντες ἅμ᾽ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
ὑψόσ᾽ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο , κῦμα δ᾽ ὄπισθε
85
πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
δὲ μάλ᾽ ἀσφαλέως θέεν ἔμπεδον : οὐδέ κεν ἴρηξ
κίρκος ὁμαρτήσειεν , ἐλαφρότατος πετεηνῶν.
ὣς ῥίμφα θέουσα θαλάσσης κύματ᾽ ἔταμνεν,
ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε᾽ ἔχοντα:
90
ὃς πρὶν μὲν μάλα πολλὰ πάθ᾽ ἄλγεα ὃν κατὰ θυμὸν