Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
δὴ τότε γ᾽ ἀτρέμας εὗδε , λελασμένος ὅσσ᾽ ἐπεπόνθει.
εὖτ᾽ ἀστὴρ ὑπερέσχε φαάντατος , ὅς τε μάλιστα
ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
95
τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
Φόρκυνος δέ τίς ἐστι λιμήν , ἁλίοιο γέροντος,
ἐν δήμῳ Ἰθάκης : δύο δὲ προβλῆτες ἐν αὐτῷ
ἀκταὶ ἀπορρῶγες , λιμένος ποτιπεπτηυῖαι,
αἵ τ᾽ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
100
ἔκτοθεν : ἔντοσθεν δέ τ᾽ ἄνευ δεσμοῖο μένουσι
νῆες ἐΰσσελμοι , ὅτ᾽ ἂν ὅρμου μέτρον ἵκωνται.
αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
105
ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
λάϊνοι : ἔνθα δ᾽ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
ἐν δ᾽ ἱστοὶ λίθεοι περιμήκεες , ἔνθα τε νύμφαι
φάρε᾽ ὑφαίνουσιν ἁλιπόρφυρα , θαῦμα ἰδέσθαι:
ἐν δ᾽ ὕδατ᾽ ἀενάοντα . δύω δέ τέ οἱ θύραι εἰσίν,
110
αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
αἱ δ᾽ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι : οὐδέ τι κείνῃ
ἄνδρες ἐσέρχονται , ἀλλ᾽ ἀθανάτων ὁδός ἐστιν.
ἔνθ᾽ οἵ γ᾽ εἰσέλασαν , πρὶν εἰδότες : μὲν ἔπειτα
ἠπείρῳ ἐπέκελσεν , ὅσον τ᾽ ἐπὶ ἥμισυ πάσης,
115
σπερχομένη : τοῖον γὰρ ἐπείγετο χέρσ᾽ ἐρετάων:
οἱ δ᾽ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
κὰδ δ᾽ ἄρ᾽ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
120
ἐκ δὲ κτήματ᾽ ἄειραν , οἱ Φαίηκες ἀγαυοὶ