Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
τοὺς δ᾽ ἄναγον ζωούς , σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
ποίησ᾽ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
275
αὐτοῦ ἐν Αἰγύπτῳ : ἔτι γάρ νύ με πῆμ᾽ ὑπέδεκτο
αὐτίκ᾽ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
καὶ σάκος ὤμοιϊν , δόρυ δ᾽ ἔκβαλον ἔκτοσε χειρός:
αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
καὶ κύσα γούναθ᾽ ἑλών : ὁδ᾽ ἐρύσατο καί μ᾽ ἐλέησεν,
280
ἐς δίφρον δέ μ᾽ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
ἱέμενοι κτεῖναιδὴ γὰρ κεχολώατο λίην
ἀλλ᾽ ἀπὸ κεῖνος ἔρυκε , Διὸς δ᾽ ὠπίζετο μῆνιν
ξεινίου , ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
285
ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι , πολλὰ δ᾽ ἄγειρα
χρήματ᾽ ἀν᾽ Αἰγυπτίους ἄνδρας : δίδοσαν γὰρ ἅπαντες.
ἀλλ᾽ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
τρώκτης , ὃς δὴ πολλὰ κάκ᾽ ἀνθρώποισιν ἐώργει:
290
ὅς μ᾽ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν , ὄφρ᾽ ἱκόμεσθα
Φοινίκην , ὅθι τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔκειτο.
ἔνθα παρ᾽ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
295
ἐς Λιβύην μ᾽ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
ψεύδεα βουλεύσας , ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
κεῖθι δέ μ᾽ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
τῷ ἑπόμην ἐπὶ νηός , ὀϊόμενός περ , ἀνάγκῃ.
δ᾽ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
300
μέσσον ὑπὲρ Κρήτης : Ζεὺς δέ σφισι μήδετ᾽ ὄλεθρον.