Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος:
πὰρ δ᾽ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
455
σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος , οἱ δ᾽ ἐπὶ κοῖτον
σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ σκοτομήνιος , ὗε δ᾽ ἄρα Ζεὺς
πάννυχος , αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
τοῖς δ᾽ Ὀδυσεὺς μετέειπε , συβώτεω πειρητίζων,
460
εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι , τιν᾽ ἑταίρων
ἄλλον ἐποτρύνειεν , ἐπεί ἑο κήδετο λίην:
κέκλυθι νῦν , Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
εὐξάμενός τι ἔπος ἐρέω : οἶνος γὰρ ἀνώγει
ἠλεός , ὅς τ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι
465
καί θ᾽ ἁπαλὸν γελάσαι , καί τ᾽ ὀρχήσασθαι ἀνῆκε,
καί τι ἔπος προέηκεν περ τ᾽ ἄρρητον ἄμεινον.
ἀλλ᾽ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον , οὐκ ἐπικεύσω.
εἴθ᾽ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
ὡς ὅθ᾽ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
470
ἡγείσθην δ᾽ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
τοῖσι δ᾽ ἅμα τρίτος ἄρχον ἐγών : αὐτοὶ γὰρ ἄνωγον.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
ἂν δόνακας καὶ ἕλος , ὑπὸ τεύχεσι πεπτηῶτες
475
κείμεθα . νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
πηγυλίς : αὐτὰρ ὕπερθε χιὼν γένετ᾽ ἠΰτε πάχνη,
ψυχρή , καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
ἔνθ᾽ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
εὗδον δ᾽ εὔκηλοι , σάκεσιν εἰλυμένοι ὤμους:
480
αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον