Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
χαίρετον , κούρω , καὶ Νέστορι ποιμένι λαῶν
εἰπεῖν : γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
155
καὶ λίην κείνῳ γε , διοτρεφές , ὡς ἀγορεύεις,
πάντα τάδ᾽ ἐλθόντες καταλέξομεν : αἲ γὰρ ἐγὼν ὣς
νοστήσας Ἰθάκηνδε , κιχὼν Ὀδυσῆ᾽ ἐνὶ οἴκῳ,
εἴποιμ᾽ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
ἔρχομαι , αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.”
160
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
ἥμερον ἐξ αὐλῆς : οἱ δ᾽ ἰΰζοντες ἕποντο
ἀνέρες ἠδὲ γυναῖκες : δέ σφισιν ἐγγύθεν ἐλθὼν
δεξιὸς ἤϊξε πρόσθ᾽ ἵππων : οἱ δὲ ἰδόντες
165
γήθησαν , καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων:
φράζεο δή , Μενέλαε διοτρεφές , ὄρχαμε λαῶν,
νῶϊν τόδ᾽ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.”
ὣς φάτο , μερμήριξε δ᾽ ἀρηΐφιλος Μενέλαος,
170
ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
τὸν δ᾽ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον:
κλῦτέ μευ : αὐτὰρ ἐγὼ μαντεύσομαι , ὡς ἐνὶ θυμῷ
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
ὡς ὅδε χῆν᾽ ἥρπαξ᾽ ἀτιταλλομένην ἐνὶ οἴκῳ
175
ἐλθὼν ἐξ ὄρεος , ὅθι οἱ γενεή τε τόκος τε,
ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς
οἴκαδε νοστήσει καὶ τίσεται : ἠὲ καὶ ἤδη
οἴκοι , ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.”
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
180
οὕτω νῦν Ζεὺς θείη , ἐρίγδουπος πόσις Ἥρης: