Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:
οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος , ἄνδρα κατακτὰς
ἔμφυλον : πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
Ἄργος ἀν᾽ ἱππόβοτον , μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
275
τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
φεύγω , ἐπεί νύ μοι αἶσα κατ᾽ ἀνθρώπους ἀλάλησθαι.
ἀλλά με νηὸς ἔφεσσαι , ἐπεί σε φυγὼν ἱκέτευσα,
μή με κατακτείνωσι : διωκέμεναι γὰρ ὀΐω.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
280
οὐ μὲν δή σ᾽ ἐθέλοντά γ᾽ ἀπώσω νηὸς ἐΐσης,
ἀλλ᾽ ἕπευ : αὐτὰρ κεῖθι φιλήσεαι , οἷά κ᾽ ἔχωμεν.”
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
καὶ τό γ᾽ ἐπ᾽ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης:
ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
285
ἐν πρύμνῃ δ᾽ ἄρ᾽ ἔπειτα καθέζετο , πὰρ δὲ οἷ αὐτῷ
εἷσε Θεοκλύμενον : τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν.
Τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
ὅπλων ἅπτεσθαι : τοὶ δ᾽ ἐσσυμένως ἐπίθοντο.
ἱστὸν δ᾽ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
290
στῆσαν ἀείραντες , κατὰ δὲ προτόνοισιν ἔδησαν,
ἕλκον δ᾽ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
λάβρον ἐπαιγίζοντα δι᾽ αἰθέρος , ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
295
βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί:
δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
ἠδὲ παρ᾽ Ἤλιδα δῖαν , ὅθι κρατέουσιν Ἐπειοί.
ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
300
ὁρμαίνων κεν θάνατον φύγοι κεν ἁλώῃ.