Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σιγῇ νῦν ξυνίει καὶ τέρπεο , πῖνέ τε οἶνον
ἥμενος . αἵδε δὲ νύκτες ἀθέσφατοι : ἔστι μὲν εὕδειν,
ἔστι δὲ τερπομένοισιν ἀκούειν : οὐδέ τί σε χρή,
πρὶν ὥρη , καταλέχθαι : ἀνίη καὶ πολὺς ὕπνος.
395
τῶν δ᾽ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
εὑδέτω ἐξελθών : ἅμα δ᾽ ἠοῖ φαινομένηφι
δειπνήσας ἅμ᾽ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
νῶϊ δ᾽ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
400
μνωομένω : μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ᾽ ἐπαληθῇ.
τοῦτο δέ τοι ἐρέω μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
νῆσός τις Συρίη κικλήσκεται , εἴ που ἀκούεις,
Ὀρτυγίης καθύπερθεν , ὅθι τροπαὶ ἠελίοιο,
405
οὔ τι περιπληθὴς λίην τόσον , ἀλλ᾽ ἀγαθὴ μέν,
εὔβοτος , εὔμηλος , οἰνοπληθής , πολύπυρος.
πείνη δ᾽ οὔ ποτε δῆμον ἐσέρχεται , οὐδέ τις ἄλλη
νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν:
ἀλλ᾽ ὅτε γηράσκωσι πόλιν κάτα φῦλ᾽ ἀνθρώπων,
410
ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
ἔνθα δύω πόλιες , δίχα δέ σφισι πάντα δέδασται:
τῇσιν δ᾽ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
Κτήσιος Ὀρμενίδης , ἐπιείκελος ἀθανάτοισιν.
415
ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
τρῶκται , μυρί᾽ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ᾽ ἐνὶ οἴκῳ,
καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα:
τὴν δ᾽ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
420
πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ