Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
τὼ δ᾽ αὖτ᾽ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
2
ἐντύνοντο ἄριστον ἅμ᾽ ἠοῖ , κηαμένω πῦρ,
3
ἔκπεμψάν τε νομῆας ἅμ᾽ ἀγρομένοισι σύεσσι:
4
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
5
οὐδ᾽ ὕλαον προσιόντα . νόησε δὲ δῖος Ὀδυσσεὺς
6
σαίνοντάς τε κύνας , περί τε κτύπος ἦλθε ποδοῖϊν.
7
αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:
8
“Εὔμαι᾽ , ἦ
μάλα
τίς
τοι
ἐλεύσεται
ἐνθάδ᾽
ἑταῖρος
9
ἢ καὶ γνώριμος ἄλλος , ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
10
ἀλλὰ περισσαίνουσι : ποδῶν δ᾽ ὑπὸ δοῦπον ἀκούω.”
11
οὔ πω πᾶν εἴρητο ἔπος , ὅτε οἱ φίλος υἱὸς
12
ἔστη ἐνὶ προθύροισι . ταφὼν δ᾽ ἀνόρουσε συβώτης,
13
ἐκ δ᾽ ἄρα οἱ χειρῶν πέσον ἄγγεα , τοῖς ἐπονεῖτο,
14
κιρνὰς αἴθοπα οἶνον . ὁ δ᾽ ἀντίος ἦλθεν ἄνακτος,
15
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
16
χεῖράς τ᾽ ἀμφοτέρας : θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
17
ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
18
ἐλθόντ᾽ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
19
μοῦνον τηλύγετον , τῷ ἔπ᾽ ἄλγεα πολλὰ μογήσῃ,
20
ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
21
πάντα κύσεν περιφύς , ὡς ἐκ θανάτοιο φυγόντα:
22
καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
23
“ἦλθες , Τηλέμαχε , γλυκερὸν
φάος . οὔ
σ᾽
ἔτ᾽
ἐγώ
γε
24
ὄψεσθαι ἐφάμην , ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
25
ἀλλ᾽ ἄγε νῦν εἴσελθε , φίλον τέκος , ὄφρα σε θυμῷ
26
τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
27
οὐ μὲν γάρ τι θάμ᾽ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
28
ἀλλ᾽ ἐπιδημεύεις : ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
29
ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.”
30
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
31
“ἔσσεται
οὕτως , ἄττα : σέθεν
δ᾽
ἕνεκ᾽
ἐνθάδ᾽
ἱκάνω,
32
ὄφρα σέ τ᾽ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
33
ἤ μοι ἔτ᾽ ἐν μεγάροις μήτηρ μένει , ἦέ τις ἤδη
34
ἀνδρῶν ἄλλος ἔγημεν , Ὀδυσσῆος δέ που εὐνὴ
35
χήτει ἐνευναίων κάκ᾽ ἀράχνια κεῖται ἔχουσα.”
36
τὸν δ᾽ αὖτε προσέειπε συβώτης , ὄρχαμος ἀνδρῶν:
37
“καὶ
λίην
κείνη
γε
μένει
τετληότι
θυμῷ
38
σοῖσιν ἐνὶ μεγάροισιν : ὀϊζυραὶ δέ οἱ αἰεὶ
39
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.”
40
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος:
41
αὐτὰρ ὅ γ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
42
τῷ δ᾽ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς:
43
Τηλέμαχος δ᾽ ἑτέρωθεν ἐρήτυε φώνησέν τε:
44
“ἧσ᾽ , ὦ
ξεῖν᾽ : ἡμεῖς
δὲ
καὶ
ἄλλοθι
δήομεν
ἕδρην
45
σταθμῷ ἐν ἡμετέρῳ : πάρα δ᾽ ἀνὴρ ὃς καταθήσει.”
46
ὣς φάθ᾽ , ὁ δ᾽ αὖτις ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο : τῷ δὲ συβώτης.
47
χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν:
48
ἔνθα καθέζετ᾽ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
49
τοῖσιν δ᾽ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
50
ὀπταλέων , ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
51
σῖτον δ᾽ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
52
ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον:
53
αὐτὸς δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
54
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
55
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
56
δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν:
57
“ἄττα , πόθεν
τοι
ξεῖνος
ὅδ᾽
ἵκετο ; πῶς
δέ
ἑ
ναῦται
58
ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο;
59
οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.”
60
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
61
“τοιγὰρ
ἐγώ
τοι , τέκνον , ἀληθέα
πάντ᾽
ἀγορεύσω.
62
ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
63
φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
64
πλαζόμενος : ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
65
νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
66
ἤλυθ᾽ ἐμὸν πρὸς σταθμόν , ἐγὼ δέ τοι ἐγγυαλίξω:
67
ἔρξον ὅπως ἐθέλεις : ἱκέτης δέ τοι εὔχεται εἶναι.”
68
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
69
“Εὔμαι᾽ , ἦ
μάλα
τοῦτο
ἔπος
θυμαλγὲς
ἔειπες:
70
πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
71
αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
72
ἄνδρ᾽ ἀπαμύνασθαι , ὅτε τις πρότερος χαλεπήνῃ:
73
μητρὶ δ᾽ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
74
ἢ αὐτοῦ παρ᾽ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
75
εὐνήν τ᾽ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
76
ἦ ἤδη ἅμ᾽ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
77
μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
78
ἀλλ᾽ ἦ τοὶ τὸν ξεῖνον , ἐπεὶ τεὸν ἵκετο δῶμα,
79
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά,
80
δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
81
πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει.
82
εἰ δ᾽ ἐθέλεις , σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας:
83
εἵματα δ᾽ ἐνθάδ᾽ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
84
ἔδμεναι , ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
85
κεῖσε δ᾽ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
86
ἔρχεσθαι : λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι:
87
μή μιν κερτομέωσιν , ἐμοὶ δ᾽ ἄχος ἔσσεται αἰνόν.
88
πρῆξαι δ᾽ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
89
ἄνδρα καὶ ἴφθιμον , ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.”
90
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
91
“ὦ
φίλ᾽ , ἐπεί
θήν
μοι
καὶ
ἀμείψασθαι
θέμις
ἐστίν,
92
ἦ μάλα μευ καταδάπτετ᾽ ἀκούοντος φίλον ἦτορ,
93
οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
94
ἐν μεγάροις , ἀέκητι σέθεν τοιούτου ἐόντος.
95
εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι , ἦ σέ γε λαοὶ
96
ἐχθαίρουσ᾽ ἀνὰ δῆμον , ἐπισπόμενοι θεοῦ ὀμφῇ,
97
ἦ τι κασιγνήτοις ἐπιμέμφεαι , οἷσί περ ἀνὴρ
98
μαρναμένοισι πέποιθε , καὶ εἰ μέγα νεῖκος ὄρηται.
99
αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδ᾽ ἐπὶ θυμῷ,
100
ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός:
102
αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
103
εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
104
ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
105
εἰ δ᾽ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
106
βουλοίμην κ᾽ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
107
τεθνάμεν ἢ τάδε γ᾽ αἰὲν ἀεικέα ἔργ᾽ ὁράασθαι,
108
ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
109
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
110
καὶ οἶνον διαφυσσόμενον , καὶ σῖτον ἔδοντας
111
μὰψ αὔτως , ἀτέλεστον , ἀνηνύστῳ ἐπὶ ἔργῳ.”
112
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
113
“τοιγὰρ
ἐγώ
τοι , ξεῖνε , μάλ᾽
ἀτρεκέως
ἀγορεύσω.
114
οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
115
οὔτε κασιγνήτοις ἐπιμέμφομαι , οἷσί περ ἀνὴρ
116
μαρναμένοισι πέποιθε , καὶ εἰ μέγα νεῖκος ὄρηται.
117
ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων:
118
μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
119
μοῦνον δ᾽ αὖτ᾽ Ὀδυσῆα πατὴρ τέκεν : αὐτὰρ Ὀδυσσεὺς
120
μοῦνον ἔμ᾽ ἐν μεγάροισι τεκὼν λίπεν οὐδ᾽ ἀπόνητο.
121
τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσ᾽ ἐνὶ οἴκῳ.
122
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
123
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
124
ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
125
τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται , τρύχουσι δὲ οἶκον.
126
ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
127
ποιῆσαι δύναται : τοὶ δὲ φθινύθουσιν ἔδοντες
128
οἶκον ἐμόν : τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
129
ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται:
130
ἄττα , σὺ δ᾽ ἔρχεο θᾶσσον , ἐχέφρονι Πηνελοπείῃ
131
εἴφ᾽ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
132
αὐτὰρ ἐγὼν αὐτοῦ μενέω , σὺ δὲ δεῦρο νέεσθαι,
133
οἴῃ ἀπαγγείλας : τῶν δ᾽ ἄλλων μή τις Ἀχαιῶν
134
πευθέσθω : πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.”
135
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
136
“γιγνώσκω , φρονέω : τά
γε
δὴ
νοέοντι
κελεύεις.
137
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
138
ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
139
δυσμόρῳ , ὃς τῆος μὲν Ὀδυσσῆος μέγ᾽ ἀχεύων
140
ἔργα τ᾽ ἐποπτεύεσκε μετὰ δμώων τ᾽ ἐνὶ οἴκῳ
141
πῖνε καὶ ἦσθ᾽ , ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι:
142
αὐτὰρ νῦν , ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
143
οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
144
οὐδ᾽ ἐπὶ ἔργα ἰδεῖν , ἀλλὰ στοναχῇ τε γόῳ τε
145
ἧσται ὀδυρόμενος , φθινύθει δ᾽ ἀμφ᾽ ὀστεόφι χρώς.”
146
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
147
“ἄλγιον , ἀλλ᾽
ἔμπης
μιν
ἐάσομεν , ἀχνύμενοί
περ:
148
εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
149
πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
150
ἀλλὰ σύ γ᾽ ἀγγείλας ὀπίσω κίε , μηδὲ κατ᾽ ἀγροὺς
151
πλάζεσθαι μετ᾽ ἐκεῖνον : ἀτὰρ πρὸς μητέρα εἰπεῖν
152
ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
153
κρύβδην : κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.”
154
ἦ ῥα καὶ ὦρσε συφορβόν : ὁ δ᾽ εἵλετο χερσὶ πέδιλα,
155
δησάμενος δ᾽ ὑπὸ ποσσὶ πόλινδ᾽ ἴεν . οὐδ᾽ ἄρ᾽ Ἀθήνην
156
λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
157
ἀλλ᾽ ἥ γε σχεδὸν ἦλθε : δέμας δ᾽ ἤϊκτο γυναικὶ
158
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
159
στῆ δὲ κατ᾽ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα:
160
οὐδ᾽ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ᾽ ἐνόησεν,
161
οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
162
ἀλλ᾽ Ὀδυσεύς τε κύνες τε ἴδον , καί ῥ᾽ οὐχ ὑλάοντο
163
κνυζηθμῷ δ᾽ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
164
ἡ δ᾽ ἄρ᾽ ἐπ᾽ ὀφρύσι νεῦσε : νόησε δὲ δῖος Ὀδυσσεύς,
165
ἐκ δ᾽ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
166
στῆ δὲ πάροιθ᾽ αὐτῆς : τὸν δὲ προσέειπεν Ἀθήνη:
167
“διογενὲς
Λαερτιάδη , πολυμήχαν᾽
Ὀδυσσεῦ.
168
ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,
169
ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρ᾽ ἀραρόντε
170
ἔρχησθον προτὶ ἄστυ περικλυτόν : οὐδ᾽ ἐγὼ αὐτὴ
171
δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.”
172
ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ᾽ Ἀθήνη.
173
φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
174
θῆκ᾽ ἀμφὶ στήθεσσι , δέμας δ᾽ ὤφελλε καὶ ἥβην.
175
ἂψ δὲ μελαγχροιὴς γένετο , γναθμοὶ δὲ τάνυσθεν,
176
κυάνεαι δ᾽ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
177
ἡ μὲν ἄρ᾽ ὣς ἔρξασα πάλιν κίεν : αὐτὰρ Ὀδυσσεὺς
178
ἤϊεν ἐς κλισίην : θάμβησε δέ μιν φίλος υἱός,
179
ταρβήσας δ᾽ ἑτέρωσε βάλ᾽ ὄμματα , μὴ θεὸς εἴη,
180
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
181
“ἀλλοῖός
μοι , ξεῖνε , φάνης
νέον
ἠὲ
πάροιθεν,
182
ἄλλα δὲ εἵματ᾽ ἔχεις , καί τοι χρὼς οὐκέθ᾽ ὁμοῖος.
183
ἦ μάλα τις θεός ἐσσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν:
184
ἀλλ᾽ ἵληθ᾽ , ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
185
ἠδὲ χρύσεα δῶρα , τετυγμένα : φείδεο δ᾽ ἡμέων”
186
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:
187
“οὔ
τίς
τοι
θεός
εἰμι : τί
μ᾽
ἀθανάτοισιν
ἐΐσκεις;
188
ἀλλὰ πατὴρ τεός εἰμι , τοῦ εἵνεκα σὺ στεναχίζων
189
πάσχεις ἄλγεα πολλά , βίας ὑποδέγμενος ἀνδρῶν.”
190
ὣς ἄρα φωνήσας υἱὸν κύσε , κὰδ δὲ παρειῶν
191
δάκρυον ἧκε χαμᾶζε : πάρος δ᾽ ἔχε νωλεμὲς αἰεί.
192
Τηλέμαχος δ᾽ , οὐ γάρ πω ἐπείθετο ὃν πατέρ᾽ εἶναι,
193
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
194
“οὐ
σύ
γ᾽
Ὀδυσσεύς
ἐσσι , πατὴρ
ἐμός , ἀλλά
με
δαίμων
195
θέλγει , ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
196
οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
197
ᾧ αὐτοῦ γε νόῳ , ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
198
ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
199
ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο:
200
νῦν δὲ θεοῖσιν ἔοικας , οἳ οὐρανὸν εὐρὺν ἔχουσι.”
201
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
202
“Τηλέμαχ᾽ , οὔ
σε
ἔοικε
φίλον
πατέρ
ἔνδον
ἐόντα
203
οὔτε τι θαυμάζειν περιώσιον οὔτ᾽ ἀγάασθαι:
204
οὐ μὲν γάρ τοι ἔτ᾽ ἄλλος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,
205
ἀλλ᾽ ὅδ᾽ ἐγὼ τοιόσδε , παθὼν κακά , πολλὰ δ᾽ ἀληθείς,
206
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
207
αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
208
ἥ τέ με τοῖον ἔθηκεν , ὅπως ἐθέλει , δύναται γὰρ,
209
ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον , ἄλλοτε δ᾽ αὖτε
210
ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματ᾽ ἔχοντι.
211
ῥηΐδιον δὲ θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
212
ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.”
213
ὣς ἄρα φωνήσας κατ᾽ ἄρ᾽ ἕζετο , Τηλέμαχος δὲ
214
ἀμφιχυθεὶς πατέρ᾽ ἐσθλὸν ὀδύρετο , δάκρυα λείβων,
215
ἀμφοτέροισι δὲ τοῖσιν ὑφ᾽ ἵμερος ὦρτο γόοιο:
216
κλαῖον δὲ λιγέως , ἀδινώτερον ἤ τ᾽ οἰωνοί,
217
φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες , οἷσί τε τέκνα
218
ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι:
219
ὣς ἄρα τοί γ᾽ ἐλεεινὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβον.
220
καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
221
εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ᾽ αἶψα:
222
“ποίῃ
γὰρ
νῦν
δεῦρο , πάτερ
φίλε , νηΐ
σε
ναῦται
223
ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο;
224
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.”
225
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
226
“τοιγὰρ
ἐγώ
τοι , τέκνον , ἀληθείην
καταλέξω.
227
Φαίηκές μ᾽ ἄγαγον ναυσίκλυτοι , οἵ τε καὶ ἄλλους
228
ἀνθρώπους πέμπουσιν , ὅτις σφέας εἰσαφίκηται:
229
καί μ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
230
κάτθεσαν εἰς Ἰθάκην , ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
231
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν.
232
καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται:
233
νῦν αὖ δεῦρ᾽ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
234
ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
235
ἀλλ᾽ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
236
ὄφρ᾽ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί:
237
καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
238
φράσσομαι , ἤ κεν νῶϊ δυνησόμεθ᾽ ἀντιφέρεσθαι
239
μούνω ἄνευθ᾽ ἄλλων , ἦ καὶ διζησόμεθ᾽ ἄλλους.”
240
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
241
“ὦ
πάτερ , ἦ
τοι
σεῖο
μέγα
κλέος
αἰὲν
ἄκουον,
242
χεῖράς τ᾽ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν:
243
ἀλλὰ λίην μέγα εἶπες : ἄγη μ᾽ ἔχει : οὐδέ κεν εἴη
244
ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
245
μνηστήρων δ᾽ οὔτ᾽ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ᾽ οἶαι,
246
ἀλλὰ πολὺ πλέονες : τάχα δ᾽ εἴσεαι ἐνθάδ᾽ ἀριθμόν.
247
ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
248
κοῦροι κεκριμένοι , ἓξ δὲ δρηστῆρες ἕπονται:
249
ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
250
ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
251
ἐκ δ᾽ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
252
καί σφιν ἅμ᾽ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
253
καὶ δοιὼ θεράποντε , δαήμονε δαιτροσυνάων.
254
τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
255
μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
256
ἀλλὰ σύ γ᾽ , εἰ δύνασαί τιν᾽ ἀμύντορα μερμηρίξαι,
257
φράζευ , ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.”
258
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
259
“τοιγὰρ
ἐγὼν
ἐρέω , σὺ
δὲ
σύνθεο
καί
μευ
ἄκουσον:
260
καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
261
ἀρκέσει , ἦέ τιν᾽ ἄλλον ἀμύντορα μερμηρίξω.”
262
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
263
“ἐσθλώ
τοι
τούτω
γ᾽
ἐπαμύντορε , τοὺς
ἀγορεύεις,
264
ὕψι περ ἐν νεφέεσσι καθημένω : ὥ τε καὶ ἄλλοις
265
ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.”
266
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
267
“οὐ
μέν
τοι
κείνω
γε
πολὺν
χρόνον
ἀμφὶς
ἔσεσθον
268
φυλόπιδος κρατερῆς , ὁπότε μνηστῆρσι καὶ ἡμῖν
269
ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
270
ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ᾽ ἠοῖ φαινομένηφιν
271
οἴκαδε , καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει:
272
αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
273
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
274
εἰ δέ μ᾽ ἀτιμήσουσι δόμον κάτα , σὸν δὲ φίλον κῆρ
275
τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
276
ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
277
ἢ βέλεσι βάλλωσι : σὺ δ᾽ εἰσορόων ἀνέχεσθαι.
278
ἀλλ᾽ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
279
μειλιχίοις ἐπέεσσι παραυδῶν : οἱ δέ τοι οὔ τι
280
πείσονται : δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
281
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
282
ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
283
νεύσω μέν τοι ἐγὼ κεφαλῇ , σὺ δ᾽ ἔπειτα νοήσας
284
ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
285
ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
286
πάντα μάλ᾽ : αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
287
παρφάσθαι , ὅτε κέν σε μεταλλῶσιν ποθέοντες:
288
“ἐκ
καπνοῦ
κατέθηκ᾽ , ἐπεὶ
οὐκέτι
τοῖσιν
ἐῴκει
289
οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
290
ἀλλὰ κατῄκισται , ὅσσον πυρὸς ἵκετ᾽ ἀϋτμή.
291
πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
292
μή πως οἰνωθέντες , ἔριν στήσαντες ἐν ὑμῖν,
293
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
294
καὶ μνηστύν : αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.”
295
“νῶϊν
δ᾽
οἴοισιν
δύο
φάσγανα
καὶ
δύο
δοῦρε
296
καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
297
ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα : τοὺς δέ κ᾽ ἔπειτα
298
Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
299
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
300
εἰ ἐτεόν γ᾽ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
301
μή τις ἔπειτ᾽ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
302
μήτ᾽ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
303
μήτε τις οἰκήων μήτ᾽ αὐτὴ Πηνελόπεια,
304
ἀλλ᾽ οἶοι σύ τ᾽ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν:
305
καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
306
ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
307
ἠδ᾽ ὅτις οὐκ ἀλέγει , σὲ δ᾽ ἀτιμᾷ τοῖον ἐόντα.”
308
τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
309
“ὦ
πάτερ , ἦ
τοι
ἐμὸν
θυμὸν
καὶ
ἔπειτά
γ᾽ , ὀΐω,
310
γνώσεαι : οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ᾽ ἔχουσιν:
311
ἀλλ᾽ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
312
ἡμῖν ἀμφοτέροισι : σὲ δὲ φράζεσθαι ἄνωγα.
313
δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
314
ἔργα μετερχόμενος : τοὶ δ᾽ ἐν μεγάροισιν ἕκηλοι
315
χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδ᾽ ἔπι φειδώ.
316
ἀλλ᾽ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
317
αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν:
318
ἀνδρῶν δ᾽ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
319
ἡμέας πειράζειν , ἀλλ᾽ ὕστερα ταῦτα πένεσθαι,
320
εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.”
321
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
322
ἡ δ᾽ ἄρ᾽ ἔπειτ᾽ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
323
ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
324
οἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
325
νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν,
326
τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
327
αὐτίκα δ᾽ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
328
αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
329
ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
330
οὕνεκα Τηλέμαχος μὲν ἐπ᾽ ἀγροῦ , νῆα δ᾽ ἀνώγει
331
ἄστυδ᾽ ἀποπλείειν , ἵνα μὴ δείσασ᾽ ἐνὶ θυμῷ
332
ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
333
τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
334
τῆς αὐτῆς ἕνεκ᾽ ἀγγελίης , ἐρέοντε γυναικί.
335
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκοντο δόμον θείου βασιλῆος,
336
κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν:
337
“ἤδη
τοι , βασίλεια , φίλος
πάϊς
εἰλήλουθε.”
338
Πηνελοπείῃ δ᾽ εἶπε συβώτης ἄγχι παραστὰς
339
πάνθ᾽ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
340
αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
341
βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας , λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε.
342
μνηστῆρες δ᾽ ἀκάχοντο κατήφησάν τ᾽ ἐνὶ θυμῷ,
343
ἐκ δ᾽ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
344
αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
345
τοῖσιν δ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἦρχ᾽ ἀγορεύειν:
346
“ὦ
φίλοι , ἦ
μέγα
ἔργον
ὑπερφιάλως
τετέλεσται
347
Τηλεμάχῳ ὁδὸς ἥδε : φάμεν δέ οἱ οὐ τελέεσθαι.
348
ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
349
ἐς δ᾽ ἐρέτας ἁλιῆας ἀγείρομεν , οἵ κε τάχιστα
350
κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.”
351
οὔ πω πᾶν εἴρηθ᾽ , ὅτ᾽ ἄρ᾽ Ἀμφίνομος ἴδε νῆα,
352
στρεφθεὶς ἐκ χώρης , λιμένος πολυβενθέος ἐντός,
353
ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
354
ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι:
355
“μή
τιν᾽
ἔτ᾽
ἀγγελίην
ὀτρύνομεν : οἵδε
γὰρ
ἔνδον.
356
ἤ τίς σφιν τόδ᾽ ἔειπε θεῶν , ἢ εἴσιδον αὐτοὶ
357
νῆα παρερχομένην , τὴν δ᾽ οὐκ ἐδύναντο κιχῆναι.”
358
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
359
αἶψα δὲ νῆα μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν,
360
τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
361
αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι , οὐδέ τιν᾽ ἄλλον
362
εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
363
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός:
364
“ὢ
πόποι , ὡς
τόνδ᾽
ἄνδρα
θεοὶ
κακότητος
ἔλυσαν.
365
ἤματα μὲν σκοποὶ ἷζον ἐπ᾽ ἄκριας ἠνεμοέσσας
366
αἰὲν ἐπασσύτεροι : ἅμα δ᾽ ἠελίῳ καταδύντι
367
οὔ ποτ᾽ ἐπ᾽ ἠπείρου νύκτ᾽ ἄσαμεν , ἀλλ᾽ ἐνὶ πόντῳ
368
νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
369
Τηλέμαχον λοχόωντες , ἵνα φθίσωμεν ἑλόντες
370
αὐτόν : τὸν δ᾽ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
371
ἡμεῖς δ᾽ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
372
Τηλεμάχῳ , μηδ᾽ ἧμας ὑπεκφύγοι : οὐ γὰρ ὀΐω
373
τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
374
αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
375
λαοὶ δ᾽ οὐκέτι πάμπαν ἐφ᾽ ἡμῖν ἦρα φέρουσιν.
376
ἀλλ᾽ ἄγετε , πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
377
εἰς ἀγορήν —οὐ
γάρ
τι
μεθησέμεναί
μιν
ὀΐω,
378
ἀλλ᾽ ἀπομηνίσει , ἐρέει δ᾽ ἐν πᾶσιν ἀναστὰς
379
οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ᾽ ἐκίχημεν:
380
οἱ δ᾽ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα:
381
μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
382
γαίης ἡμετέρης , ἄλλων δ᾽ ἀφικώμεθα δῆμον:
383
ἀλλὰ φθέωμεν ἑλόντες ἐπ᾽ ἀγροῦ νόσφι πόληος
384
ἢ ἐν ὁδῷ : βίοτον δ᾽ αὐτοὶ καὶ κτήματ᾽ ἔχωμεν,
385
δασσάμενοι κατὰ μοῖραν ἐφ᾽ ἡμέας , οἰκία δ᾽ αὖτε
386
κείνου μητέρι δοῖμεν ἔχειν ἠδ᾽ ὅστις ὀπυίοι.
387
εἰ δ᾽ ὑμῖν ὅδε μῦθος ἀφανδάνει , ἀλλὰ βόλεσθε
388
αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
389
μή οἱ χρήματ᾽ ἔπειτα ἅλις θυμηδέ᾽ ἔδωμεν
390
ἐνθάδ᾽ ἀγειρόμενοι , ἀλλ᾽ ἐκ μεγάροιο ἕκαστος
391
μνάσθω ἐέδνοισιν διζήμενος : ἡ δέ κ᾽ ἔπειτα
392
γήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.”
393
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
394
τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
395
Νίσου φαίδιμος υἱός , Ἀρητιάδαο ἄνακτος,
396
ὅς ῥ᾽ ἐκ Δουλιχίου πολυπύρου , ποιήεντος,
397
ἡγεῖτο μνηστῆρσι , μάλιστα δὲ Πηνελοπείῃ
398
ἥνδανε μύθοισι : φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν:
399
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
400
“ὦ
φίλοι , οὐκ
ἂν
ἐγώ
γε
κατακτείνειν
ἐθέλοιμι
401
Τηλέμαχον : δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
402
κτείνειν : ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
403
εἰ μέν κ᾽ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
404
αὐτός τε κτενέω τούς τ᾽ ἄλλους πάντας ἀνώξω:
405
εἰ δέ κ᾽ ἀποτρωπῶσι θεοί , παύσασθαι ἄνωγα.”
406
ὣς ἔφατ᾽ Ἀμφίνομος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
407
αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
408
ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
409
ἡ δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε περίφρων Πηνελόπεια,
410
μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
411
πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον:
412
κῆρυξ γὰρ οἱ ἔειπε Μέδων , ὃς ἐπεύθετο βουλάς.
413
βῆ δ᾽ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
414
ἀλλ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
415
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
416
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
417
Ἀντίνοον δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
418
“Ἀντίνο᾽ , ὕβριν
ἔχων , κακομήχανε , καὶ
δέ
σέ
φασιν
419
ἐν δήμῳ Ἰθάκης μεθ᾽ ὁμήλικας ἔμμεν ἄριστον
420
βουλῇ καὶ μύθοισι : σὺ δ᾽ οὐκ ἄρα τοῖος ἔησθα.
421
μάργε , τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
422
ῥάπτεις , οὐδ᾽ ἱκέτας ἐμπάζεαι , οἷσιν ἄρα Ζεὺς
423
μάρτυρος ; οὐδ᾽ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
424
ἦ οὐκ οἶσθ᾽ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
425
δῆμον ὑποδείσας ; δὴ γὰρ κεχολώατο λίην,
426
οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
427
ἤκαχε Θεσπρωτούς : οἱ δ᾽ ἡμῖν ἄρθμιοι ἦσαν:
428
τόν ῥ᾽ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
429
ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν:
430
ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
431
τοῦ νῦν οἶκον ἄτιμον ἔδεις , μνάᾳ δὲ γυναῖκα
432
παῖδά τ᾽ ἀποκτείνεις , ἐμὲ δὲ μεγάλως ἀκαχίζεις:
433
ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.”
434
τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἀντίον ηὔδα:
435
“κούρη
Ἰκαρίοιο , περίφρον
Πηνελόπεια,
436
θάρσει : μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
437
οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ οὐδ᾽ ἔσσεται οὐδὲ γένηται,
438
ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
439
ζώοντός γ᾽ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
440
ὧδε γὰρ ἐξερέω , καὶ μὴν τετελεσμένον ἔσται:
441
αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
442
ἡμετέρῳ , ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
443
πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
444
ἐν χείρεσσιν ἔθηκεν , ἐπέσχε τε οἶνον ἐρυθρόν.
445
τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
446
ἀνδρῶν , οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
447
ἔκ γε μνηστήρων : θεόθεν δ᾽ οὐκ ἔστ᾽ ἀλέασθαι.”
448
ὣς φάτο θαρσύνων , τῷ δ᾽ ἤρτυεν αὐτὸς ὄλεθρον.
449
ἡ μὲν ἄρ᾽ εἰσαναβᾶσ᾽ ὑπερώϊα σιγαλόεντα
450
κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα , φίλον πόσιν , ὄφρα οἱ ὕπνον
451
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
452
ἑσπέριος δ᾽ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
453
ἤλυθεν : οἱ δ᾽ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
454
σῦν ἱερεύσαντες ἐνιαύσιον . αὐτὰρ Ἀθήνη,
455
ἄγχι παρισταμένη , Λαερτιάδην Ὀδυσῆα
456
ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
457
λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ , μή ἑ συβώτης
458
γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
459
ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
460
τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν:
461
“ἦλθες , δῖ᾽
Εὔμαιε . τί
δὴ
κλέος
ἔστ᾽
ἀνὰ
ἄστυ;
462
ἦ ῥ᾽ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
463
ἐκ λόχου , ἦ ἔτι μ᾽ αὖτ᾽ εἰρύαται οἴκαδ᾽ ἰόντα;”
464
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
465
“οὐκ
ἔμελέν
μοι
ταῦτα
μεταλλῆσαι
καὶ
ἐρέσθαι
466
ἄστυ καταβλώσκοντα : τάχιστά με θυμὸς ἀνώγει
467
ἀγγελίην εἰπόντα πάλιν δεῦρ᾽ ἀπονέεσθαι.
468
ὡμήρησε δέ μοι παρ᾽ ἑταίρων ἄγγελος ὠκύς,
469
κῆρυξ , ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
470
ἄλλο δέ τοι τό γε οἶδα : τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
471
ἤδη ὑπὲρ πόλιος , ὅθι θ᾽ Ἕρμαιος λόφος ἐστίν,
472
ἦα κιών , ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
473
ἐς λιμέν᾽ ἡμέτερον : πολλοὶ δ᾽ ἔσαν ἄνδρες ἐν αὐτῇ,
474
βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι:
475
καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι , οὐδέ τι οἶδα.”
476
ὣς φάτο , μείδησεν δ᾽ ἱερὴ ἲς Τηλεμάχοιο
477
ἐς πατέρ᾽ ὀφθαλμοῖσιν ἰδών , ἀλέεινε δ᾽ ὑφορβόν.
478
οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
479
δαίνυντ᾽ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
480
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
481
κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.