Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
2
δὴ τότ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
3
Τηλέμαχος , φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
4
εἵλετο δ᾽ ἄλκιμον ἔγχος , ὅ οἱ παλάμηφιν ἀρήρει,
5
ἄστυδε ἱέμενος , καὶ ἑὸν προσέειπε συβώτην:
6
“ἄττ᾽ , ἦ
τοι
μὲν
ἐγὼν
εἶμ᾽
ἐς
πόλιν , ὄφρα
με
μήτηρ
7
ὄψεται : οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
8
κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
9
πρίν γ᾽ αὐτόν με ἴδηται : ἀτὰρ σοί γ᾽ ὧδ᾽ ἐπιτέλλω.
10
τὸν ξεῖνον δύστηνον ἄγ᾽ ἐς πόλιν , ὄφρ᾽ ἂν ἐκεῖθι
11
δαῖτα πτωχεύῃ : δώσει δέ οἱ ὅς κ᾽ ἐθέλῃσι
12
πύρνον καὶ κοτύλην : ἐμὲ δ᾽ οὔ πως ἔστιν ἅπαντας
13
ἀνθρώπους ἀνέχεσθαι , ἔχοντά περ ἄλγεα θυμῷ:
14
ὁ ξεῖνος δ᾽ εἴ περ μάλα μηνίει , ἄλγιον αὐτῷ
15
ἔσσεται : ἦ γὰρ ἐμοὶ φίλ᾽ ἀληθέα μυθήσασθαι.”
16
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
17
“ὦ
φίλος , οὐδέ
τοι
αὐτὸς
ἐρύκεσθαι
μενεαίνω:
18
πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ᾽ ἀγροὺς
19
δαῖτα πτωχεύειν : δώσει δέ μοι ὅς κ᾽ ἐθέλῃσιν.
20
οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
21
ὥστ᾽ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
22
ἀλλ᾽ ἔρχευ : ἐμὲ δ᾽ ἄξει ἀνὴρ ὅδε , τὸν σὺ κελεύεις,
23
αὐτίκ᾽ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
24
αἰνῶς γὰρ τάδε εἵματ᾽ ἔχω κακά : μή με δαμάσσῃ
25
στίβη ὑπηοίη : ἕκαθεν δέ τε ἄστυ φάτ᾽ εἶναι.”
26
ὣς φάτο , Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
27
κραιπνὰ ποσὶ προβιβάς , κακὰ δὲ μνηστῆρσι φύτευεν.
28
αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,
29
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρήν,
30
αὐτὸς δ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
31
τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
32
κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
33
δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς κίεν : ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι
34
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
35
καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
36
ἡ δ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
37
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
38
ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
39
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
40
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
41
“ἦλθες , Τηλέμαχε , γλυκερὸν
φάος . οὔ
σ᾽
ἔτ᾽
ἐγώ
γε
42
ὄψεσθαι ἐφάμην , ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
43
λάθρη , ἐμεῦ ἀέκητι , φίλου μετὰ πατρὸς ἀκουήν.
44
ἀλλ᾽ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.”
45
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
46
“μῆτερ
ἐμή , μή
μοι
γόον
ὄρνυθι
μηδέ
μοι
ἦτορ
47
ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον:
48
ἀλλ᾽ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
49
εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
50
εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
51
ῥέξειν , αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
52
αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι , ὄφρα καλέσσω
53
ξεῖνον , ὅτις μοι κεῖθεν ἅμ᾽ ἕσπετο δεῦρο κιόντι.
54
τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
55
Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
56
ἐνδυκέως φιλέειν καὶ τιέμεν , εἰς ὅ κεν ἔλθω.”
57
ὣς ἄρ᾽ ἐφώνησεν , τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος.
58
ἡ δ᾽ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
59
εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
60
ῥέξειν , αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
61
Τηλέμαχος δ᾽ ἄρ᾽ ἔπειτα διὲκ μεγάροιο βεβήκει
62
ἔγχος ἔχων : ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
63
θεσπεσίην δ᾽ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη:
64
τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
65
ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
66
ἔσθλ᾽ ἀγορεύοντες , κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
67
αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
68
ἀλλ᾽ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ᾽ Ἁλιθέρσης,
69
οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
70
ἔνθα καθέζετ᾽ ἰών : τοὶ δ᾽ ἐξερέεινον ἕκαστα.
71
τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
72
ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν : οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
73
Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ᾽ , ἀλλὰ παρέστη.
74
τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε:
75
“Τηλέμαχ᾽ , αἶψ᾽
ὄτρυνον
ἐμὸν
ποτὶ
δῶμα
γυναῖκας,
76
ὥς τοι δῶρ᾽ ἀποπέμψω , ἅ τοι Μενέλαος ἔδωκε.”
77
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
78
“Πείραι᾽ , οὐ
γάρ
τ᾽
ἴδμεν
ὅπως
ἔσται
τάδε
ἔργα.
79
εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
80
λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
81
αὐτὸν ἔχοντά σε βούλομ᾽ ἐπαυρέμεν , ἤ τινα τῶνδε:
82
εἰ δέ κ᾽ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
83
δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.”
84
ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
85
αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
86
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
87
ἐς δ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
88
τοὺς δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
89
ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
90
ἔκ ῥ᾽ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
91
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
92
καλῇ χρυσείῃ , ὑπὲρ ἀργυρέοιο λέβητος,
93
νίψασθαι : παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
94
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
95
εἴδατα πόλλ᾽ ἐπιθεῖσα , χαριζομένη παρεόντων.
96
μήτηρ δ᾽ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
97
κλισμῷ κεκλιμένη , λέπτ᾽ ἠλάκατα στρωφῶσα.
98
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
99
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
100
τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια:
101
“Τηλέμαχ᾽ , ἦ
τοι
ἐγὼν
ὑπερώϊον
εἰσαναβᾶσα
102
λέξομαι εἰς εὐνήν , ἥ μοι στονόεσσα τέτυκται,
103
αἰεὶ δάκρυσ᾽ ἐμοῖσι πεφυρμένη , ἐξ οὗ Ὀδυσσεὺς
104
ᾤχεθ᾽ ἅμ᾽ Ἀτρεΐδῃσιν ἐς Ἴλιον : οὐδέ μοι ἔτλης,
105
πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
106
νόστον σοῦ πατρὸς σάφα εἰπέμεν , εἴ που ἄκουσας.”
107
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
108
“τοιγὰρ
ἐγώ
τοι , μῆτερ , ἀληθείην
καταλέξω.
109
ᾠχόμεθ᾽ ἔς τε Πύλον καὶ Νέστορα , ποιμένα λαῶν:
110
δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
111
ἐνδυκέως ἐφίλει , ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
112
ἐλθόντα χρόνιον νέον ἄλλοθεν : ὣς ἐμὲ κεῖνος
113
ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
114
αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ᾽ ἔφασκεν,
115
ζωοῦ οὐδὲ θανόντος , ἐπιχθονίων τευ ἀκοῦσαι:
116
ἀλλά μ᾽ ἐς Ἀτρεΐδην , δουρικλειτὸν Μενέλαον,
117
ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
118
ἔνθ᾽ ἴδον Ἀργείην Ἑλένην , ἧς εἵνεκα πολλὰ
119
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
120
εἴρετο δ᾽ αὐτίκ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
121
ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν:
122
αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα:
123
καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
124
“ὢ
πόποι , ἦ
μάλα
δὴ
κρατερόφρονος
ἀνδρὸς
ἐν
εὐνῇ
125
ἤθελον εὐνηθῆναι , ἀνάλκιδες αὐτοὶ ἐόντες.
126
ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
127
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
128
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
129
βοσκομένη , ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
130
ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
131
ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
132
αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
133
τοῖος ἐὼν οἷός ποτ᾽ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
134
ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
135
κὰδ δ᾽ ἔβαλε κρατερῶς , κεχάροντο δὲ πάντες Ἀχαιοί,
136
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:
137
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
138
ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾷς καὶ λίσσεαι , οὐκ ἂν ἐγώ γε
139
ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ᾽ ἀπατήσω,
140
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
141
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.
142
φῆ μιν ὅ γ᾽ ἐν νήσῳ ἰδέειν κρατέρ᾽ ἄλγε᾽ ἔχοντα,
143
νύμφης ἐν μεγάροισι Καλυψοῦς , ἥ μιν ἀνάγκῃ
144
ἴσχει : ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
145
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
146
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσησ”
147
“ὣς
ἔφατ᾽
Ἀτρεΐδης , δουρικλειτὸς
Μενέλαος.
148
ταῦτα τελευτήσας νεόμην : ἔδοσαν δέ μοι οὖρον
149
ἀθάνατοι , τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.”
150
ὣς φάτο , τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
151
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής:
152
“ὦ
γύναι
αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος,
153
ἦ τοι ὅ γ᾽ οὐ σάφα οἶδεν , ἐμεῖο δὲ σύνθεο μῦθον:
154
ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδ᾽ ἐπικεύσω:
155
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν , ξενίη τε τράπεζα
156
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω,
157
ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
158
ἥμενος ἢ ἕρπων , τάδε πευθόμενος κακὰ ἔργα,
159
ἔστιν , ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει:
160
τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
161
ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.”
162
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
163
“αἲ
γὰρ
τοῦτο , ξεῖνε , ἔπος
τετελεσμένον
εἴη:
164
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
165
ἐξ ἐμεῦ , ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.”
166
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
167
μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
168
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
169
ἐν τυκτῷ δαπέδῳ , ὅθι περ πάρος ὕβριν ἔχοντες.
170
ἀλλ᾽ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
171
πάντοθεν ἐξ ἀγρῶν , οἱ δ᾽ ἤγαγον οἳ τὸ πάρος περ,
172
καὶ τότε δή σφιν ἔειπε Μέδων : ὃς γάρ ῥα μάλιστα
173
ἥνδανε κηρύκων , καὶ σφιν παρεγίγνετο δαιτί:
174
“κοῦροι , ἐπεὶ
δὴ
πάντες
ἐτέρφθητε
φρέν᾽
ἀέθλοις,
175
ἔρχεσθε πρὸς δώμαθ᾽ , ἵν᾽ ἐντυνώμεθα δαῖτα:
176
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.”
177
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
178
αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
179
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
180
οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
181
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
182
δαῖτ᾽ ἐντυνόμενοι . τοὶ δ᾽ ἐξ ἀγροῖο πόλινδε
183
ὠτρύνοντ᾽ Ὀδυσεύς τ᾽ ἰέναι καὶ δῖος ὑφορβός.
184
τοῖσι δὲ μύθων ἦρχε συβώτης , ὄρχαμος ἀνδρῶν:
185
“ξεῖν᾽ , ἐπεὶ
ἂρ
δὴ
ἔπειτα
πόλινδ᾽
ἰέναι
μενεαίνεις
186
σήμερον , ὡς ἐπέτελλεν ἄναξ ἐμόσ —ἦ
σ᾽
ἂν
ἐγώ
γε
187
αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι:
188
ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια , μή μοι ὀπίσσω
189
νεικείῃ : χαλεπαὶ δέ τ᾽ ἀνάκτων εἰσὶν ὁμοκλαί—
190
ἀλλ᾽ ἄγε νῦν ἴομεν : δὴ γὰρ μέμβλωκε μάλιστα
191
ἦμαρ , ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.”
192
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
193
“γιγνώσκω , φρονέω : τά
γε
δὴ
νοέοντι
κελεύεις.
194
ἀλλ᾽ ἴομεν , σὺ δ᾽ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
195
δὸς δέ μοι , εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
196
σκηρίπτεσθ᾽ , ἐπεὶ ἦ φατ᾽ ἀρισφαλέ᾽ ἔμμεναι οὐδόν.”
197
ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
198
πυκνὰ ῥωγαλέην : ἐν δὲ στρόφος ἦεν ἀορτήρ:
199
Εὔμαιος δ᾽ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
200
τὼ βήτην , σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
201
ῥύατ᾽ ὄπισθε μένοντες : ὁ δ᾽ ἐς πόλιν ἦγεν ἄνακτα
202
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
203
σκηπτόμενον : τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
204
ἀλλ᾽ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
205
ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
206
τυκτὴν καλλίροον , ὅθεν ὑδρεύοντο πολῖται,
207
τὴν ποίησ᾽ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ:
208
ἀμφὶ δ᾽ ἄρ᾽ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
209
πάντοσε κυκλοτερές , κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
210
ὑψόθεν ἐκ πέτρης : βωμὸς δ᾽ ἐφύπερθε τέτυκτο
211
νυμφάων , ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται:
212
ἔνθα σφέας ἐκίχαν᾽ υἱὸς Δολίοιο Μελανθεὺς
213
αἶγας ἄγων , αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
214
δεῖπνον μνηστήρεσσι : δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.
215
τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν,
216
ἔκπαγλον καὶ ἀεικές : ὄρινε δὲ κῆρ Ὀδυσῆος:
217
“νῦν
μὲν
δὴ
μάλα
πάγχυ
κακὸς
κακὸν
ἡγηλάζει,
218
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖν.
219
πῇ δὴ τόνδε μολοβρὸν ἄγεις , ἀμέγαρτε συβῶτα,
220
πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
221
ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
222
αἰτίζων ἀκόλους , οὐκ ἄορας οὐδὲ λέβητας:
223
τόν κ᾽ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
224
σηκοκόρον τ᾽ ἔμεναι θαλλόν τ᾽ ἐρίφοισι φορῆναι,
225
καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
226
ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθεν , οὐκ ἐθελήσει
227
ἔργον ἐποίχεσθαι , ἀλλὰ πτώσσων κατὰ δῆμον
228
βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ᾽ ἄναλτον.
229
ἀλλ᾽ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
230
αἴ κ᾽ ἔλθῃ πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
231
πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
232
πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.”
233
ὣς φάτο , καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
234
ἰσχίῳ : οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
235
ἀλλ᾽ ἔμεν᾽ ἀσφαλέως : ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
236
ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
237
ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
238
ἀλλ᾽ ἐπετόλμησε , φρεσὶ δ᾽ ἔσχετο : τὸν δὲ συβώτης
239
νείκεσ᾽ ἐσάντα ἰδών , μέγα δ᾽ εὔξατο χεῖρας ἀνασχών:
240
“νύμφαι
κρηναῖαι , κοῦραι
Διός , εἴ
ποτ᾽
Ὀδυσσεὺς
241
ὔμμ᾽ ἐπὶ μηρί᾽ ἔκηε , καλύψας πίονι δημῷ,
242
ἀρνῶν ἠδ᾽ ἐρίφων , τόδε μοι κρηήνατ᾽ ἐέλδωρ,
243
ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ , ἀγάγοι δέ ἑ δαίμων:
244
τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
245
τὰς νῦν ὑβρίζων φορέεις , ἀλαλήμενος αἰεὶ
246
ἄστυ κάτ᾽ : αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.”
247
τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος , αἰπόλος αἰγῶν:
248
“ὢ
πόποι , οἶον
ἔειπε
κύων
ὀλοφώϊα
εἰδώς,
249
τόν ποτ᾽ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
250
ἄξω τῆλ᾽ Ἰθάκης , ἵνα μοι βίοτον πολὺν ἄλφοι.
251
αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
252
σήμερον ἐν μεγάροις , ἢ ὑπὸ μνηστῆρσι δαμείη,
253
ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.”
254
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
255
αὐτὰρ ὁ βῆ , μάλα δ᾽ ὦκα δόμους ἵκανεν ἄνακτος.
256
αὐτίκα δ᾽ εἴσω ἴεν , μετὰ δὲ μνηστῆρσι καθῖζεν,
257
ἀντίον Εὐρυμάχου : τὸν γὰρ φιλέεσκε μάλιστα.
258
τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
259
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα
260
ἔδμεναι . ἀγχίμολον δ᾽ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
261
στήτην ἐρχομένω , περὶ δέ σφεας ἤλυθ᾽ ἰωὴ
262
φόρμιγγος γλαφυρῆς : ἀνὰ γάρ σφισι βάλλετ᾽ ἀείδειν
263
Φήμιος : αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην:
264
“Εὔμαι᾽ , ἦ
μάλα
δὴ
τάδε
δώματα
κάλ᾽
Ὀδυσῆος,
265
ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
266
ἐξ ἑτέρων ἕτερ᾽ ἐστίν , ἐπήσκηται δέ οἱ αὐλὴ
267
τοίχῳ καὶ θριγκοῖσι , θύραι δ᾽ εὐερκέες εἰσὶ
268
δικλίδες : οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
269
γιγνώσκω δ᾽ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
270
ἄνδρες , ἐπεὶ κνίση μὲν ἀνήνοθεν , ἐν δέ τε φόρμιγξ
271
ἠπύει , ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.”
272
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
273
“ῥεῖ᾽
ἔγνως , ἐπεὶ
οὐδὲ
τά
τ᾽
ἄλλα
πέρ
ἐσσ᾽
ἀνοήμων.
274
ἀλλ᾽ ἄγε δὴ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα.
275
ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
276
δύσεο δὲ μνηστῆρας , ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ:
277
εἰ δ᾽ ἐθέλεις , ἐπίμεινον , ἐγὼ δ᾽ εἶμι προπάροιθε:
278
μηδὲ σὺ δηθύνειν , μή τίς σ᾽ ἔκτοσθε νοήσας
279
ἢ βάλῃ ἢ ἐλάσῃ : τὰ δέ σε φράζεσθαι ἄνωγα.”
280
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:
281
γιγνώσκω , φρονέω : τά γε δὴ νοέοντι κελεύεις.
282
ἀλλ᾽ ἔρχευ προπάροιθεν , ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ.
283
οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων:
284
τολμήεις μοι θυμός , ἐπεὶ κακὰ πολλὰ πέπονθα
285
κύμασι καὶ πολέμῳ : μετὰ καὶ τόδε τοῖσι γενέσθω:
286
γαστέρα δ᾽ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
287
οὐλομένην , ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσι,
288
τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
289
πόντον ἐπ᾽ ἀτρύγετον , κακὰ δυσμενέεσσι φέρουσαι.”
290
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
291
ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
292
Ἄργος , Ὀδυσσῆος ταλασίφρονος , ὅν ῥά ποτ᾽ αὐτὸς
293
θρέψε μέν , οὐδ᾽ ἀπόνητο , πάρος δ᾽ εἰς Ἴλιον ἱρὴν
294
ᾤχετο . τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
295
αἶγας ἐπ᾽ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς:
296
δὴ τότε κεῖτ᾽ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
297
ἐν πολλῇ κόπρῳ , ἥ οἱ προπάροιθε θυράων
298
ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ᾽ , ὄφρ᾽ ἂν ἄγοιεν
299
δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες:
300
ἔνθα κύων κεῖτ᾽ Ἄργος , ἐνίπλειος κυνοραιστέων.
301
δὴ τότε γ᾽ , ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
302
οὐρῇ μέν ῥ᾽ ὅ γ᾽ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
303
ἆσσον δ᾽ οὐκέτ᾽ ἔπειτα δυνήσατο οἷο ἄνακτος
304
ἐλθέμεν : αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
305
ῥεῖα λαθὼν Εὔμαιον , ἄφαρ δ᾽ ἐρεείνετο μύθῳ:
306
“Εὔμαι᾽ , ἦ
μάλα
θαῦμα , κύων
ὅδε
κεῖτ᾽
ἐνὶ
κόπρῳ.
307
καλὸς μὲν δέμας ἐστίν , ἀτὰρ τόδε γ᾽ οὐ σάφα οἶδα,
308
εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
309
ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
310
γίγνοντ᾽ : ἀγλαΐης δ᾽ ἕνεκεν κομέουσιν ἄνακτες.”
311
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
312
“καὶ
λίην
ἀνδρός
γε
κύων
ὅδε
τῆλε
θανόντος.
313
εἰ τοιόσδ᾽ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
314
οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
315
αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
316
οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
317
κνώδαλον , ὅττι δίοιτο : καὶ ἴχνεσι γὰρ περιῄδη:
318
νῦν δ᾽ ἔχεται κακότητι , ἄναξ δέ οἱ ἄλλοθι πάτρης
319
ὤλετο , τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
320
δμῶες δ᾽ , εὖτ᾽ ἂν μηκέτ᾽ ἐπικρατέωσιν ἄνακτες,
321
οὐκέτ᾽ ἔπειτ᾽ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι:
322
ἥμισυ γάρ τ᾽ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
323
ἀνέρος , εὖτ᾽ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.”
324
ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
325
βῆ δ᾽ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
326
Ἄργον δ᾽ αὖ κατὰ μοῖρ᾽ ἔλαβεν μέλανος θανάτοιο,
327
αὐτίκ᾽ ἰδόντ᾽ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
328
τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
329
ἐρχόμενον κατὰ δῶμα συβώτην , ὦκα δ᾽ ἔπειτα
330
νεῦσ᾽ ἐπὶ οἷ καλέσας : ὁ δὲ παπτήνας ἕλε δίφρον
331
κείμενον , ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
332
δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι:
333
τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
334
ἀντίον , ἔνθα δ᾽ ἄρ᾽ αὐτὸς ἐφέζετο : τῷ δ᾽ ἄρα κῆρυξ
335
μοῖραν ἑλὼν ἐτίθει κανέου τ᾽ ἐκ σῖτον ἀείρας.
336
ἀγχίμολον δὲ μετ᾽ αὐτὸν ἐδύσετο δώματ᾽ Ὀδυσσεύς,
337
πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
338
σκηπτόμενος : τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
339
ἷζε δ᾽ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
340
κλινάμενος σταθμῷ κυπαρισσίνῳ , ὅν ποτε τέκτων
341
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
342
Τηλέμαχος δ᾽ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
343
ἄρτον τ᾽ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
344
καὶ κρέας , ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι:
345
“δὸς
τῷ
ξείνῳ
ταῦτα
φέρων
αὐτόν
τε
κέλευε
346
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας:
347
αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.”
348
ὣς φάτο , βῆ δὲ συφορβός , ἐπεὶ τὸν μῦθον ἄκουσεν,
349
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντ᾽ ἀγόρευε:
350
“Τηλέμαχός
τοι , ξεῖνε , διδοῖ
τάδε , καί
σε
κελεύει
351
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας:
352
αἰδῶ δ᾽ οὐκ ἀγαθήν φησ᾽ ἔμμεναι ἀνδρὶ προΐκτῃ.”
353
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
354
“Ζεῦ
ἄνα , Τηλέμαχόν
μοι
ἐν
ἀνδράσιν
ὄλβιον
εἶναι,
355
καί οἱ πάντα γένοιθ᾽ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.”
356
ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
357
αὖθι ποδῶν προπάροιθεν , ἀεικελίης ἐπὶ πήρης,
358
ἤσθιε δ᾽ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν:
359
εὖθ᾽ ὁ δεδειπνήκειν , ὁ δ᾽ ἐπαύετο θεῖος ἀοιδός.
360
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρ᾽ . αὐτὰρ Ἀθήνη,
361
ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
362
ὤτρυν᾽ , ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
363
γνοίη θ᾽ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ᾽ ἀθέμιστοι:
364
ἀλλ᾽ οὐδ᾽ ὥς τιν᾽ ἔμελλ᾽ ἀπαλεξήσειν κακότητος.
365
βῆ δ᾽ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
366
πάντοσε χεῖρ᾽ ὀρέγων , ὡς εἰ πτωχὸς πάλαι εἴη.
367
οἱ δ᾽ ἐλεαίροντες δίδοσαν , καὶ ἐθάμβεον αὐτόν,
368
ἀλλήλους τ᾽ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
369
τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος , αἰπόλος αἰγῶν:
370
“κέκλυτέ
μευ , μνηστῆρες
ἀγακλειτῆς
βασιλείης,
371
τοῦδε περὶ ξείνου : ἦ γάρ μιν πρόσθεν ὄπωπα.
372
ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
373
αὐτὸν δ᾽ οὐ σάφα οἶδα , πόθεν γένος εὔχεται εἶναι.”
374
ὣς ἔφατ᾽ , Ἀντίνοος δ᾽ ἔπεσιν νείκεσσε συβώτην:
375
“ὦ
ἀρίγνωτε
συβῶτα , τίη
δὲ
σὺ
τόνδε
πόλινδε
376
ἤγαγες ; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
377
πτωχοὶ ἀνιηροί , δαιτῶν ἀπολυμαντῆρες;
378
ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
379
ἐνθάδ᾽ ἀγειρόμενοι , σὺ δὲ καὶ προτὶ τόνδ᾽ ἐκάλεσσας;”
380
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
381
“Ἀντίνο᾽ , οὐ
μὲν
καλὰ
καὶ
ἐσθλὸς
ἐὼν
ἀγορεύεις:
382
τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
383
ἄλλον γ᾽ , εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
384
μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
385
ἢ καὶ θέσπιν ἀοιδόν , ὅ κεν τέρπῃσιν ἀείδων;
386
οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν:
387
πτωχὸν δ᾽ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
388
ἀλλ᾽ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
389
δμωσὶν Ὀδυσσῆος , πέρι δ᾽ αὖτ᾽ ἐμοί : αὐτὰρ ἐγώ γε
390
οὐκ ἀλέγω , ἧός μοι ἐχέφρων Πηνελόπεια
391
ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.”
392
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
393
“σίγα , μή
μοι
τοῦτον
ἀμείβεο
πολλὰ
ἔπεσσιν:
394
Ἀντίνοος δ᾽ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
395
μύθοισιν χαλεποῖσιν , ἐποτρύνει δὲ καὶ ἄλλους.”
396
ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα:
397
“Ἀντίνο᾽ , ἦ
μευ
καλὰ
πατὴρ
ὣς
κήδεαι
υἷος,
398
ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
399
μύθῳ ἀναγκαίῳ : μὴ τοῦτο θεὸς τελέσειε.
400
δός οἱ ἑλών : οὔ τοι φθονέω : κέλομαι γὰρ ἐγώ γε:
401
μήτ᾽ οὖν μητέρ᾽ ἐμὴν ἅζευ τό γε μήτε τιν᾽ ἄλλον
402
δμώων , οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
403
ἀλλ᾽ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα:
404
αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.”
405
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε:
406
“Τηλέμαχ᾽
ὑψαγόρη , μένος
ἄσχετε , ποῖον
ἔειπες.
407
εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
408
καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.”
409
ὣς ἄρ᾽ ἔφη , καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
410
κείμενον , ᾧ ῥ᾽ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων:
411
οἱ δ᾽ ἄλλοι πάντες δίδοσαν , πλῆσαν δ᾽ ἄρα πήρην
412
σίτου καὶ κρειῶν : τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
413
αὖτις ἐπ᾽ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν:
414
στῆ δὲ παρ᾽ Ἀντίνοον , καί μιν πρὸς μῦθον ἔειπε:
415
“δός , φίλος : οὐ
μέν
μοι
δοκέεις
ὁ
κάκιστος
Ἀχαιῶν
416
ἔμμεναι , ἀλλ᾽ ὤριστος , ἐπεὶ βασιλῆϊ ἔοικας.
417
τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
418
σίτου : ἐγὼ δέ κέ σε κλείω κατ᾽ ἀπείρονα γαῖαν.
419
καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
420
ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
421
τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι:
422
ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
423
οἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
424
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων —ἤθελε
γάρ
που—
425
ὅς μ᾽ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
426
Αἴγυπτόνδ᾽ ἰέναι , δολιχὴν ὁδόν , ὄφρ᾽ ἀπολοίμην.
427
στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
428
ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
429
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
430
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
431
οἱ δ᾽ ὕβρει εἴξαντες , ἐπισπόμενοι μένεϊ σφῷ,
432
αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
433
πόρθεον , ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
434
αὐτούς τ᾽ ἔκτεινον : τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
435
οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν
436
ἦλθον : πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
437
χαλκοῦ τε στεροπῆς : ἐν δὲ Ζεὺς τερπικέραυνος
438
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν , οὐδέ τις ἔτλη
439
στῆναι ἐναντίβιον : περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
440
ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
441
τοὺς δ᾽ ἄναγον ζωούς , σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
442
αὐτὰρ ἔμ᾽ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
443
Δμήτορι Ἰασίδῃ , ὃς Κύπρου ἶφι ἄνασσεν:
444
ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκω πήματα πάσχων.”
445
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε:
446
“τίς
δαίμων
τόδε
πῆμα
προσήγαγε , δαιτὸς
ἀνίην;
447
στῆθ᾽ οὕτως ἐς μέσσον , ἐμῆς ἀπάνευθε τραπέζης,
448
μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι:
449
ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
450
ἑξείης πάντεσσι παρίστασαι : οἱ δὲ διδοῦσι
451
μαψιδίως , ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ᾽ ἐλεητὺς
452
ἀλλοτρίων χαρίσασθαι , ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.”
453
τὸν δ᾽ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς:
454
“ὢ
πόποι , οὐκ
ἄρα
σοί
γ᾽
ἐπὶ
εἴδεϊ
καὶ
φρένες
ἦσαν:
455
οὐ σύ γ᾽ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ᾽ ἅλα δοίης,
456
ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
457
σίτου ἀποπροελὼν δόμεναι : τὰ δὲ πολλὰ πάρεστιν.”
458
ὣς ἔφατ᾽ , Ἀντίνοος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,
459
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα:
460
“νῦν
δή
σ᾽
οὐκέτι
καλὰ
διὲκ
μεγάροιό
γ᾽
ὀΐω
461
ἂψ ἀναχωρήσειν , ὅτε δὴ καὶ ὀνείδεα βάζεις.”
462
ὣς ἄρ᾽ ἔφη , καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
463
πρυμνότατον κατὰ νῶτον : ὁ δ᾽ ἐστάθη ἠΰτε πέτρη
464
ἔμπεδον , οὐδ᾽ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
465
ἀλλ᾽ ἀκέων κίνησε κάρη , κακὰ βυσσοδομεύων.
466
ἂψ δ᾽ ὅ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο , κὰδ δ᾽ ἄρα πήρην
467
θῆκεν ἐϋπλείην , μετὰ δὲ μνηστῆρσιν ἔειπε:
468
“κέκλυτέ
μευ , μνηστῆρες
ἀγακλειτῆς
βασιλείης,
469
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
470
οὐ μὰν οὔτ᾽ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
471
ὁππότ᾽ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
472
βλήεται , ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν:
473
αὐτὰρ ἔμ᾽ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
474
οὐλομένης , ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσιν.
475
ἀλλ᾽ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
476
Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.”
477
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη , Εὐπείθεος υἱός:
478
“ἔσθι᾽
ἕκηλος , ξεῖνε , καθήμενος , ἢ
ἄπιθ᾽
ἄλλῃ,
479
μή σε νέοι διὰ δώματ᾽ ἐρύσσωσ᾽ , οἷ᾽ ἀγορεύεις,
480
ἢ ποδὸς ἢ καὶ χειρός , ἀποδρύψωσι δὲ πάντα.”
481
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν:
482
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
483
“Ἀντίνο᾽ , οὐ
μὲν
κάλ᾽
ἔβαλες
δύστηνον
ἀλήτην,
484
οὐλόμεν᾽ , εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
485
καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
486
παντοῖοι τελέθοντες , ἐπιστρωφῶσι πόληας,
487
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.”
488
ὣς ἄρ᾽ ἔφαν μνηστῆρες , ὁ δ᾽ οὐκ ἐμπάζετο μύθων.
489
Τηλέμαχος δ᾽ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
490
βλημένου , οὐδ᾽ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
491
ἀλλ᾽ ἀκέων κίνησε κάρη , κακὰ βυσσοδομεύων.
492
τοῦ δ᾽ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
493
βλημένου ἐν μεγάρῳ , μετ᾽ ἄρα δμῳῇσιν ἔειπεν:
494
“αἴθ᾽
οὕτως
αὐτόν
σε
βάλοι
κλυτότοξος
Ἀπόλλων.”
495
τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν:
496
“εἰ
γὰρ
ἐπ᾽
ἀρῇσιν
τέλος
ἡμετέρῃσι
γένοιτο:
497
οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.”
498
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
499
“μαῖ᾽ , ἐχθροὶ
μὲν
πάντες , ἐπεὶ
κακὰ
μηχανόωνται:
500
Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
501
ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
502
ἀνέρας αἰτίζων : ἀχρημοσύνη γὰρ ἀνώγει:
503
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ᾽ ἔδοσάν τε,
504
οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.”
505
ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
506
ἡμένη ἐν θαλάμῳ : ὁ δ᾽ ἐδείπνεε δῖος Ὀδυσσεύς:
507
ἡ δ᾽ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν:
508
“ἔρχεο , δῖ᾽
Εὔμαιε , κιὼν
τὸν
ξεῖνον
ἄνωχθι
509
ἐλθέμεν , ὄφρα τί μιν προσπτύξομαι ἠδ᾽ ἐρέωμαι
510
εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
511
ἢ ἴδεν ὀφθαλμοῖσι : πολυπλάγκτῳ γὰρ ἔοικε.”
512
τὴν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα
513
“εἰ
γάρ
τοι , βασίλεια , σιωπήσειαν
Ἀχαιοί:
514
οἷ᾽ ὅ γε μυθεῖται , θέλγοιτό κέ τοι φίλον ἦτορ.
515
τρεῖς γὰρ δή μιν νύκτας ἔχον , τρία δ᾽ ἤματ᾽ ἔρυξα
516
ἐν κλισίῃ : πρῶτον γὰρ ἔμ᾽ ἵκετο νηὸς ἀποδράς:
517
ἀλλ᾽ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
518
ὡς δ᾽ ὅτ᾽ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται , ὅς τε θεῶν ἒξ
519
ἀείδει δεδαὼς ἔπε᾽ ἱμερόεντα βροτοῖσι,
520
τοῦ δ᾽ ἄμοτον μεμάασιν ἀκουέμεν , ὁππότ᾽ ἀείδῃ:
521
ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
522
φησὶ δ᾽ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
523
Κρήτῃ ναιετάων , ὅθι Μίνωος γένος ἐστίν.
524
ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκετο πήματα πάσχων,
525
προπροκυλινδόμενος : στεῦται δ᾽ Ὀδυσῆος ἀκοῦσαι,
526
ἀγχοῦ , Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
527
ζωοῦ : πολλὰ δ᾽ ἄγει κειμήλια ὅνδε δόμονδε.”
528
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
529
“ἔρχεο , δεῦρο
κάλεσσον , ἵν᾽
ἀντίον
αὐτὸς
ἐνίσπῃ.
530
οὗτοι δ᾽ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
531
ἢ αὐτοῦ κατὰ δώματ᾽ , ἐπεί σφισι θυμὸς ἐΰφρων.
532
αὐτῶν μὲν γὰρ κτήματ᾽ ἀκήρατα κεῖτ᾽ ἐνὶ οἴκῳ,
533
σῖτος καὶ μέθυ ἡδύ : τὰ μὲν οἰκῆες ἔδουσιν,
534
οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
535
βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
536
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
537
μαψιδίως : τὰ δὲ πολλὰ κατάνεται . οὐ γὰρ ἔπ᾽ ἀνήρ,
538
οἷος Ὀδυσσεὺς ἔσκεν , ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
539
εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
540
αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.”
541
ὣς φάτο , Τηλέμαχος δὲ μέγ᾽ ἔπταρεν , ἀμφὶ δὲ δῶμα
542
σμερδαλέον κονάβησε : γέλασσε δὲ Πηνελόπεια,
543
αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:
544
“ἔρχεό
μοι , τὸν
ξεῖνον
ἐναντίον
ὧδε
κάλεσσον.
545
οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
546
τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
547
πᾶσι μάλ᾽ , οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
548
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
549
αἴ κ᾽ αὐτὸν γνώω νημερτέα πάντ᾽ ἐνέποντα,
550
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά.”
551
ὣς φάτο , βῆ δὲ συφορβός , ἐπεὶ τὸν μῦθον ἄκουσεν:
552
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
553
“ξεῖνε
πάτερ , καλέει
σε
περίφρων
Πηνελόπεια,
554
μήτηρ Τηλεμάχοιο : μεταλλῆσαί τί ἑ θυμὸς
555
ἀμφὶ πόσει κέλεται , καὶ κήδεά περ πεπαθυίῃ.
556
εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ᾽ ἐνέποντα,
557
ἕσσει σε χλαῖνάν τε χιτῶνά τε , τῶν σὺ μάλιστα
558
χρηΐζεις : σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
559
γαστέρα βοσκήσεις : δώσει δέ τοι ὅς κ᾽ ἐθέλῃσι.”
560
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
561
“Εὔμαι᾽ , αἶψά
κ᾽
ἐγὼ
νημερτέα
πάντ᾽
ἐνέποιμι
562
κούρῃ Ἰκαρίοιο , περίφρονι Πηνελοπείῃ:
563
οἶδα γὰρ εὖ περὶ κείνου , ὁμὴν δ᾽ ἀνεδέγμεθ᾽ ὀϊζύν.
564
ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι᾽ ὅμιλον,
565
τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
566
καὶ γὰρ νῦν , ὅτε μ᾽ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
567
οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
568
οὔτε τι Τηλέμαχος τό γ᾽ ἐπήρκεσεν οὔτε τις ἄλλος.
569
τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
570
μεῖναι , ἐπειγομένην περ , ἐς ἠέλιον καταδύντα:
571
καὶ τότε μ᾽ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
572
ἀσσοτέρω καθίσασα παραὶ πυρί : εἵματα γάρ τοι
573
λύγρ᾽ ἔχω : οἶσθα καὶ αὐτός , ἐπεί σε πρῶθ᾽ ἱκέτευσα.”
574
ὣς φάτο , βῆ δὲ συφορβός , ἐπεὶ τὸν μῦθον ἄκουσε.
575
τὸν δ᾽ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια:
576
“οὐ
σύ
γ᾽
ἄγεις , Εὔμαιε : τί
τοῦτ᾽
ἐνόησεν
ἀλήτης;
577
ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
578
αἰδεῖται κατὰ δῶμα ; κακὸς δ᾽ αἰδοῖος ἀλήτης.”
579
τὴν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
580
“μυθεῖται
κατὰ
μοῖραν , ἅ
πέρ
κ᾽
οἴοιτο
καὶ
ἄλλος,
581
ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
582
ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
583
καὶ δὲ σοὶ ὧδ᾽ αὐτῇ πολὺ κάλλιον , ὦ βασίλεια,
584
οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ᾽ ἐπακοῦσαι.”
585
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
586
“οὐκ
ἄφρων
ὁ
ξεῖνος : ὀΐεται , ὥς
περ
ἂν
εἴη:
587
οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
588
ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.”
589
ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευεν , ὁ δ᾽ ᾤχετο δῖος ὑφορβὸς
590
μνηστήρων ἐς ὅμιλον , ἐπεὶ διεπέφραδε πάντα.
591
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
592
ἄγχι σχὼν κεφαλήν , ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι:
593
“ὦ
φίλ᾽ , ἐγὼ
μὲν
ἄπειμι , σύας
καὶ
κεῖνα
φυλάξων,
594
σὸν καὶ ἐμὸν βίοτον : σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων.
595
αὐτὸν μέν σε πρῶτα σάω , καὶ φράζεο θυμῷ
596
μή τι πάθῃς : πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
597
τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.”
598
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
599
“ἔσσεται
οὕτως , ἄττα : σὺ
δ᾽
ἔρχεο
δειελιήσας:
600
ἠῶθεν δ᾽ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά:
601
αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.”
602
ὣς φάθ᾽ , ὁ δ᾽ αὖτις ἄρ᾽ ἕζετ᾽ ἐϋξέστου ἐπὶ δίφρου,
603
πλησάμενος δ᾽ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
604
βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας , λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε,
605
πλεῖον δαιτυμόνων : οἱ δ᾽ ὀρχηστυῖ καὶ ἀοιδῇ
606
τέρποντ᾽ : ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.