Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ἦλθε δ᾽ ἐπὶ πτωχὸς πανδήμιος , ὃς κατὰ ἄστυ
2
πτωχεύεσκ᾽ Ἰθάκης , μετὰ δ᾽ ἔπρεπε γαστέρι μάργῃ
3
ἀζηχὲς φαγέμεν καὶ πιέμεν : οὐδέ οἱ ἦν ἲς
4
οὐδὲ βίη , εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
5
Ἀρναῖος δ᾽ ὄνομ᾽ ἔσκε : τὸ γὰρ θέτο πότνια μήτηρ
6
ἐκ γενετῆς : Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
7
οὕνεκ᾽ ἀπαγγέλλεσκε κιών , ὅτε πού τις ἀνώγοι:
8
ὅς ῥ᾽ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
9
καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα:
10
“εἶκε , γέρον , προθύρου , μὴ
δὴ
τάχα
καὶ
ποδὸς
ἕλκῃ.
11
οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
12
ἑλκέμεναι δὲ κέλονται ; ἐγὼ δ᾽ αἰσχύνομαι ἔμπης.
13
ἀλλ᾽ ἄνα , μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.”
14
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
15
“δαιμόνι᾽ , οὔτε
τί
σε
ῥέζω
κακὸν
οὔτ᾽
ἀγορεύω,
16
οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ᾽ ἀνελόντα.
17
οὐδὸς δ᾽ ἀμφοτέρους ὅδε χείσεται , οὐδέ τί σε χρὴ
18
ἀλλοτρίων φθονέειν : δοκέεις δέ μοι εἶναι ἀλήτης
19
ὥς περ ἐγών , ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
20
χερσὶ δὲ μή τι λίην προκαλίζεο , μή με χολώσῃς,
21
μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
22
αἵματος : ἡσυχίη δ᾽ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ᾽ εἴη
23
αὔριον : οὐ μὲν γάρ τί σ᾽ ὑποστρέψεσθαι ὀΐω
24
δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.”
25
τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης:
26
“ὢ
πόποι , ὡς
ὁ
μολοβρὸς
ἐπιτροχάδην
ἀγορεύει,
27
γρηῒ καμινοῖ ἶσος : ὃν ἂν κακὰ μητισαίμην
28
κόπτων ἀμφοτέρῃσι , χαμαὶ δέ κε πάντας ὀδόντας
29
γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
30
ζῶσαι νῦν , ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
31
μαρναμένους : πῶς δ᾽ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;”
32
ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
33
οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
34
τοῖϊν δὲ ξυνέηχ᾽ ἱερὸν μένος Ἀντινόοιο,
35
ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν:
36
“ὦ
φίλοι , οὐ
μέν
πώ
τι
πάρος
τοιοῦτον
ἐτύχθη,
37
οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
38
ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
39
χερσὶ μαχέσσασθαι : ἀλλὰ ξυνελάσσομεν ὦκα.”
40
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
41
ἀμφὶ δ᾽ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
42
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός:
43
“κέκλυτέ
μευ , μνηστῆρες
ἀγήνορες , ὄφρα
τι
εἴπω.
44
γαστέρες αἵδ᾽ αἰγῶν κέατ᾽ ἐν πυρί , τὰς ἐπὶ δόρπῳ
45
κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες:
46
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
47
τάων ἥν κ᾽ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω:
48
αἰεὶ αὖθ᾽ ἡμῖν μεταδαίσεται , οὐδέ τιν᾽ ἄλλον
49
πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.”
50
ὣς ἔφατ᾽ Ἀντίνοος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
51
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς:
52
“ὦ
φίλοι , οὔ
πως
ἔστι
νεωτέρῳ
ἀνδρὶ
μάχεσθαι
53
ἄνδρα γέροντα , δύῃ ἀρημένον : ἀλλά με γαστὴρ
54
ὀτρύνει κακοεργός , ἵνα πληγῇσι δαμείω.
55
ἀλλ᾽ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
56
μή τις ἐπ᾽ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
57
πλήξῃ ἀτασθάλλων , τούτῳ δέ με ἶφι δαμάσσῃ.”
58
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
59
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
60
τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο:
61
“ξεῖν᾽ , εἴ
σ᾽
ὀτρύνει
κραδίη
καὶ
θυμὸς
ἀγήνωρ
62
τοῦτον ἀλέξασθαι , τῶν δ᾽ ἄλλων μή τιν᾽ Ἀχαιῶν
63
δείδιθ᾽ , ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ:
64
ξεινοδόκος μὲν ἐγών , ἐπὶ δ᾽ αἰνεῖτον βασιλῆες,
65
Ἀντίνοός τε καὶ Εὐρύμαχος , πεπνυμένω ἄμφω.”
66
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον : αὐτὰρ Ὀδυσσεὺς
67
ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα , φαῖνε δὲ μηροὺς
68
καλούς τε μεγάλους τε , φάνεν δέ οἱ εὐρέες ὦμοι
69
στήθεά τε στιβαροί τε βραχίονες : αὐτὰρ Ἀθήνη
70
ἄγχι παρισταμένη μέλε᾽ ἤλδανε ποιμένι λαῶν.
71
μνηστῆρες δ᾽ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο:
72
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
73
“ἦ
τάχα
Ἶρος
Ἄϊρος
ἐπίσπαστον
κακὸν
ἕξει,
74
οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.”
75
ὣς ἄρ᾽ ἔφαν , Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
76
ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
77
δειδιότα : σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
78
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
79
“νῦν
μὲν
μήτ᾽
εἴης , βουγάϊε , μήτε
γένοιο,
80
εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
81
ἄνδρα γέροντα , δύῃ ἀρημένον , ἥ μιν ἱκάνει.
82
ἀλλ᾽ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
83
αἴ κέν σ᾽ οὗτος νικήσῃ κρείσσων τε γένηται,
84
πέμψω σ᾽ ἤπειρόνδε , βαλὼν ἐν νηὶ μελαίνῃ,
85
εἰς Ἔχετον βασιλῆα , βροτῶν δηλήμονα πάντων,
86
ὅς κ᾽ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
87
μήδεά τ᾽ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.”
88
ὣς φάτο , τῷ δ᾽ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
89
ἐς μέσσον δ᾽ ἄναγον : τὼ δ᾽ ἄμφω χεῖρας ἀνέσχον.
90
δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
91
ἢ ἐλάσει᾽ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
92
ἦέ μιν ἦκ᾽ ἐλάσειε τανύσσειέν τ᾽ ἐπὶ γαίῃ.
93
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
94
ἦκ᾽ ἐλάσαι , ἵνα μή μιν ἐπιφρασσαίατ᾽ Ἀχαιοί.
95
δὴ τότ᾽ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
96
Ἶρος , ὁ δ᾽ αὐχέν᾽ ἔλασσεν ὑπ᾽ οὔατος , ὀστέα δ᾽ εἴσω
97
ἔθλασεν : αὐτίκα δ᾽ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
98
κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών , σὺν δ᾽ ἤλασ᾽ ὀδόντας
99
λακτίζων ποσὶ γαῖαν : ἀτὰρ μνηστῆρες ἀγαυοὶ
100
χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον . αὐτὰρ Ὀδυσσεὺς
101
ἕλκε διὲκ προθύροιο λαβὼν ποδός , ὄφρ᾽ ἵκετ᾽ αὐλήν,
102
αἰθούσης τε θύρας : καί μιν ποτὶ ἑρκίον αὐλῆς
103
εἷσεν ἀνακλίνας : σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
104
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
105
“ἐνταυθοῖ
νῦν
ἧσο
σύας
τε
κύνας
τ᾽
ἀπερύκων,
106
μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
107
λυγρὸς ἐών , μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.”
108
ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
109
πυκνὰ ῥωγαλέην : ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
110
ἂψ δ᾽ ὅ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο : τοὶ δ᾽ ἴσαν εἴσω
111
ἡδὺ γελώοντες καὶ δεικανόωντ᾽ ἐπέεσσι:
112
“Ζεύς
τοι
δοίη , ξεῖνε , καὶ
ἀθάνατοι
θεοὶ
ἄλλοι,
113
ὅττι μάλιστ᾽ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
114
ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
115
ἐν δήμῳ : τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
116
εἰς Ἔχετον βασιλῆα , βροτῶν δηλήμονα πάντων.”
117
ὣς ἄρ᾽ ἔφαν , χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
118
Ἀντίνοος δ᾽ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
119
ἐμπλείην κνίσης τε καὶ αἵματος : Ἀμφίνομος δὲ
120
ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
121
καὶ δέπαϊ χρυσέῳ δειδίσκετο , φώνησέν τε:
122
“χαῖρε , πάτερ
ὦ
ξεῖνε , γένοιτό
τοι
ἔς
περ
ὀπίσσω
123
ὄλβος : ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.”
124
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
125
“Ἀμφίνομ᾽ , ἦ
μάλα
μοι
δοκέεις
πεπνυμένος
εἶναι:
126
τοίου γὰρ καὶ πατρός , ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
127
Νῖσον Δουλιχιῆα ἐΰν τ᾽ ἔμεν ἀφνειόν τε:
128
τοῦ σ᾽ ἔκ φασι γενέσθαι , ἐπητῇ δ᾽ ἀνδρὶ ἔοικας.
129
τοὔνεκά τοι ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
130
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
131
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
132
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
133
ὄφρ᾽ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ᾽ ὀρώρῃ:
134
ἀλλ᾽ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
135
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ:
136
τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
137
οἷον ἐπ᾽ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
138
καὶ γὰρ ἐγώ ποτ᾽ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
139
πολλὰ δ᾽ ἀτάσθαλ᾽ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
140
πατρί τ᾽ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
141
τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
142
ἀλλ᾽ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι , ὅττι διδοῖεν.
143
οἷ᾽ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
144
κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
145
ἀνδρός , ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
146
δηρὸν ἀπέσσεσθαι : μάλα δὲ σχεδόν . ἀλλά σε δαίμων
147
οἴκαδ᾽ ὑπεξαγάγοι , μηδ᾽ ἀντιάσειας ἐκείνῳ,
148
ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν:
149
οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
150
μνηστῆρας καὶ κεῖνον , ἐπεί κε μέλαθρον ὑπέλθῃ.”
151
ὣς φάτο , καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
152
ἂψ δ᾽ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
153
αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
154
νευστάζων κεφαλῇ : δὴ γὰρ κακὸν ὄσσετο θυμός.
155
ἀλλ᾽ οὐδ᾽ ὣς φύγε κῆρα : πέδησε δὲ καὶ τὸν Ἀθήνη
156
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
157
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
158
τῇ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
159
κούρῃ Ἰκαρίοιο , περίφρονι Πηνελοπείῃ,
160
μνηστήρεσσι φανῆναι , ὅπως πετάσειε μάλιστα
161
θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
162
μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
163
ἀχρεῖον δ᾽ ἐγέλασσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
164
“Εὐρυνόμη , θυμός
μοι
ἐέλδεται , οὔ
τι
πάρος
γε,
165
μνηστήρεσσι φανῆναι , ἀπεχθομένοισί περ ἔμπης:
166
παιδὶ δέ κεν εἴποιμι ἔπος , τό κε κέρδιον εἴη,
167
μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
168
οἵ τ᾽ εὖ μὲν βάζουσι , κακῶς δ᾽ ὄπιθεν φρονέουσι.”
169
τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν:
170
“ναὶ
δὴ
ταῦτά
γε
πάντα , τέκος , κατὰ
μοῖραν
ἔειπες.
171
ἀλλ᾽ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,
172
χρῶτ᾽ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς:
173
μηδ᾽ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
174
ἔρχευ , ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
175
ἤδη μὲν γάρ τοι παῖς τηλίκος , ὃν σὺ μάλιστα
176
ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.”
177
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
178
“Εὐρυνόμη , μὴ
ταῦτα
παραύδα , κηδομένη
περ,
179
χρῶτ᾽ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ:
180
ἀγλαΐην γὰρ ἐμοί γε θεοί , τοὶ Ὄλυμπον ἔχουσιν,
181
ὤλεσαν , ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
182
ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
183
ἐλθέμεν , ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν:
184
οἴη δ᾽ οὐκ εἴσειμι μετ᾽ ἀνέρας : αἰδέομαι γάρ.”
185
“ὣς
ἄρ᾽
ἔφη , γρηῢς
δὲ
διὲκ
μεγάροιο
βεβήκει
186
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
187
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη:
188
κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
189
εὗδε δ᾽ ἀνακλινθεῖσα , λύθεν δέ οἱ ἅψεα πάντα
190
αὐτοῦ ἐνὶ κλιντῆρι : τέως δ᾽ ἄρα δῖα θεάων
191
ἄμβροτα δῶρα δίδου , ἵνα μιν θησαίατ᾽ Ἀχαιοί.
192
κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
193
ἀμβροσίῳ , οἵῳ περ ἐϋστέφανος Κυθέρεια
194
χρίεται , εὖτ᾽ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα:
195
καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
196
λευκοτέρην δ᾽ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
197
ἡ μὲν ἄρ᾽ ὣς ἔρξασ᾽ ἀπεβήσετο δῖα θεάων,
198
ἦλθον δ᾽ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
199
φθόγγῳ ἐπερχόμεναι : τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
200
καί ῥ᾽ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε:
201
“ἦ
με
μάλ᾽
αἰνοπαθῆ
μαλακὸν
περὶ
κῶμ᾽
ἐκάλυψεν.
202
αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
203
αὐτίκα νῦν , ἵνα μηκέτ᾽ ὀδυρομένη κατὰ θυμὸν
204
αἰῶνα φθινύθω , πόσιος ποθέουσα φίλοιο
205
παντοίην ἀρετήν , ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.”
206
ὣς φαμένη κατέβαιν᾽ ὑπερώϊα σιγαλόεντα,
207
οὐκ οἴη : ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
208
ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
209
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
210
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα:
211
ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
212
τῶν δ᾽ αὐτοῦ λύτο γούνατ᾽ , ἔρῳ δ᾽ ἄρα θυμὸν ἔθελχθεν,
213
πάντες δ᾽ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
214
ἡ δ᾽ αὖ Τηλέμαχον προσεφώνεεν , ὃν φίλον υἱόν:
215
“Τηλέμαχ᾽ , οὐκέτι
τοι
φρένες
ἔμπεδοι
οὐδὲ
νόημα:
216
παῖς ἔτ᾽ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε᾽ ἐνώμας:
217
νῦν δ᾽ , ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
218
καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
219
ἐς μέγεθος καὶ κάλλος ὁρώμενος , ἀλλότριος φώς,
220
οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
221
οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
222
ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
223
πῶς νῦν , εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
224
ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
225
σοί κ᾽ αἶσχος λώβη τε μετ᾽ ἀνθρώποισι πέλοιτο.”
226
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
227
“μῆτερ
ἐμή , τὸ
μὲν
οὔ
σε
νεμεσσῶμαι
κεχολῶσθαι:
228
αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
229
ἐσθλά τε καὶ τὰ χέρεια : πάρος δ᾽ ἔτι νήπιος ἦα.
230
ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι:
231
ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
232
οἵδε κακὰ φρονέοντες , ἐμοὶ δ᾽ οὐκ εἰσὶν ἀρωγοί.
233
οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
234
μνηστήρων ἰότητι , βίῃ δ᾽ ὅ γε φέρτερος ἦεν.
235
αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
236
οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
237
νεύοιεν κεφαλὰς δεδμημένοι , οἱ μὲν ἐν αὐλῇ,
238
οἱ δ᾽ ἔντοσθε δόμοιο , λελῦτο δὲ γυῖα ἑκάστου,
239
ὡς νῦν Ἶρος κεῖνος ἐπ᾽ αὐλείῃσι θύρῃσιν
240
ἧσται νευστάζων κεφαλῇ , μεθύοντι ἐοικώς,
241
οὐδ᾽ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
242
οἴκαδ᾽ , ὅπη οἱ νόστος , ἐπεὶ φίλα γυῖα λέλυνται.”
243
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
244
Εὐρύμαχος δ᾽ ἐπέεσσι προσηύδα Πηνελόπειαν:
245
“κούρη
Ἰκαρίοιο , περίφρον
Πηνελόπεια,
246
εἰ πάντες σε ἴδοιεν ἀν᾽ Ἴασον Ἄργος Ἀχαιοί,
247
πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
248
ἠῶθεν δαινύατ᾽ , ἐπεὶ περίεσσι γυναικῶν
249
εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.”
250
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια:
251
“Εὐρύμαχ᾽ , ἦ
τοι
ἐμὴν
ἀρετὴν
εἶδός
τε
δέμας
τε
252
ὤλεσαν ἀθάνατοι , ὅτε Ἴλιον εἰσανέβαινον
253
Ἀργεῖοι , μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
254
εἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
255
μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
256
νῦν δ᾽ ἄχομαι : τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
257
ἦ μὲν δὴ ὅτε τ᾽ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
258
δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα:
259
“ὦ
γύναι , οὐ
γὰρ
ὀΐω
ἐϋκνήμιδας
Ἀχαιοὺς
260
ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι:
261
καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
262
ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
263
ἵππων τ᾽ ὠκυπόδων ἐπιβήτορας , οἵ κε τάχιστα
264
ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
265
τῷ οὐκ οἶδ᾽ ἤ κέν μ᾽ ἀνέσει θεός , ἦ κεν ἁλώω
266
αὐτοῦ ἐνὶ Τροίῃ : σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων.
267
μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
268
ὡς νῦν , ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος:
269
αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
270
γήμασθ᾽ ᾧ κ᾽ ἐθέλῃσθα , τεὸν κατὰ δῶμα λιποῦσα.
271
“κεῖνος
τὼς
ἀγόρευε : τὰ
δὴ
νῦν
πάντα
τελεῖται.
272
νὺξ δ᾽ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
273
οὐλομένης ἐμέθεν , τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
274
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει:
275
μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο:
276
οἵ τ᾽ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
277
μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
278
αὐτοὶ τοί γ᾽ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
279
κούρης δαῖτα φίλοισι , καὶ ἀγλαὰ δῶρα διδοῦσιν:
280
ἀλλ᾽ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.”
281
ὣς φάτο , γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
282
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο , θέλγε δὲ θυμὸν
283
μειλιχίοις ἐπέεσσι , νόος δέ οἱ ἄλλα μενοίνα.
284
τὴν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη , Εὐπείθεος υἱός,
285
“κούρη
Ἰκαρίοιο , περίφρον
Πηνελόπεια,
286
δῶρα μὲν ὅς κ᾽ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδ᾽ ἐνεῖκαι,
287
δέξασθ᾽ . οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν:
288
ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν οὔτε πῃ ἄλλῃ,
289
πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.”
290
ὣς ἔφατ᾽ Ἀντίνοος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος:
291
δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
292
Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
293
ποικίλον : ἐν δ᾽ ἀρ᾽ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
294
χρύσειαι , κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
295
ὅρμον δ᾽ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ᾽ ἔνεικε.
296
χρύσεον , ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
297
ἕρματα δ᾽ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
298
τρίγληνα μορόεντα : χάρις δ᾽ ἀπελάμπετο πολλή.
299
ἐκ δ᾽ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
300
ἴσθμιον ἤνεικεν θεράπων , περικαλλὲς ἄγαλμα.
301
ἄλλο δ᾽ ἄρ᾽ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
302
ἡ μὲν ἔπειτ᾽ ἀνέβαιν᾽ ὑπερώϊα δῖα γυναικῶν,
303
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
304
οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
305
τρεψάμενοι τέρποντο , μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
306
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
307
αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
308
ὄφρα φαείνοιεν : περὶ δὲ ξύλα κάγκανα θῆκαν,
309
αὖα πάλαι , περίκηλα , νέον κεκεασμένα χαλκῷ,
310
καὶ δαΐδας μετέμισγον : ἀμοιβηδὶς δ᾽ ἀνέφαινον
311
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος . αὐτὰρ ὁ τῇσιν
312
αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς:
313
“δμῳαὶ
Ὀδυσσῆος , δὴν
οἰχομένοιο
ἄνακτος,
314
ἔρχεσθε πρὸς δώμαθ᾽ , ἵν᾽ αἰδοίη βασίλεια:
315
τῇ δὲ παρ᾽ ἠλάκατα στροφαλίζετε , τέρπετε δ᾽ αὐτὴν
316
ἥμεναι ἐν μεγάρῳ , ἢ εἴρια πείκετε χερσίν:
317
αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
318
ἤν περ γάρ κ᾽ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
319
οὔ τί με νικήσουσι : πολυτλήμων δὲ μάλ᾽ εἰμί.”
320
ὣς ἔφαθ᾽ , αἱ δ᾽ ἐγέλασσαν , ἐς ἀλλήλας δὲ ἴδοντο.
321
τὸν δ᾽ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
322
τὴν Δολίος μὲν ἔτικτε , κόμισσε δὲ Πηνελόπεια,
323
παῖδα δὲ ὣς ἀτίταλλε , δίδου δ᾽ ἄρ᾽ ἀθύρματα θυμῷ:
324
ἀλλ᾽ οὐδ᾽ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
325
ἀλλ᾽ ἥ γ᾽ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
326
ἥ ῥ᾽ Ὀδυσῆ᾽ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν:
327
“ξεῖνε
τάλαν , σύ
γέ
τις
φρένας
ἐκπεπαταγμένος
ἐσσί,
328
οὐδ᾽ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
329
ἠέ που ἐς λέσχην , ἀλλ᾽ ἐνθάδε πόλλ᾽ ἀγορεύεις,
330
θαρσαλέως πολλοῖσι μετ᾽ ἀνδράσιν , οὐδέ τι θυμῷ
331
ταρβεῖς : ἦ ῥά σε οἶνος ἔχει φρένας , ἤ νύ τοι αἰεὶ
332
τοιοῦτος νόος ἐστίν : ὃ καὶ μεταμώνια βάζεις.
333
ἦ ἀλύεις , ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
334
μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
335
ὅς τίς σ᾽ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
336
δώματος ἐκπέμψῃσι , φορύξας αἵματι πολλῷ.”
337
τὴν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
338
“ἦ
τάχα
Τηλεμάχῳ
ἐρέω , κύον , οἷ᾽
ἀγορεύεις,
339
κεῖσ᾽ ἐλθών , ἵνα σ᾽ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.”
340
ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
341
βὰν δ᾽ ἴμεναι διὰ δῶμα , λύθεν δ᾽ ὑπὸ γυῖα ἑκάστης
342
ταρβοσύνῃ : φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
343
αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
344
ἑστήκειν ἐς πάντας ὁρώμενος : ἄλλα δέ οἱ κῆρ
345
ὥρμαινε φρεσὶν ᾗσιν , ἅ ῥ᾽ οὐκ ἀτέλεστα γένοντο.
346
μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
347
λώβης ἴσχεσθαι θυμαλγέος , ὄφρ᾽ ἔτι μᾶλλον
348
δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
349
τοῖσιν δ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἦρχ᾽ ἀγορεύειν,
350
κερτομέων Ὀδυσῆα : γέλω δ᾽ ἑτάροισιν ἔτευχε.
351
“κέκλυτέ
μευ , μνηστῆρες
ἀγακλειτῆς
βασιλείης,
352
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
353
οὐκ ἀθεεὶ ὅδ᾽ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει:
354
ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
355
κὰκ κεφαλῆς , ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ᾽ ἠβαιαί.”
356
ἦ ῥ᾽ , ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον:
357
“ξεῖν᾽ , ἦ
ἄρ
κ᾽
ἐθέλοις
θητευέμεν , εἴ
σ᾽
ἀνελοίμην,
358
ἀγροῦ ἐπ᾽ ἐσχατιῆσ —μισθὸς
δέ
τοι
ἄρκιος
ἔσται—
359
αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
360
ἔνθα κ᾽ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
361
εἵματα δ᾽ ἀμφιέσαιμι ποσίν θ᾽ ὑποδήματα δοίην.
362
ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθες , οὐκ ἐθελήσεις
363
ἔργον ἐποίχεσθαι , ἀλλὰ πτώσσειν κατὰ δῆμον
364
βούλεαι , ὄφρ᾽ ἄν ἔχῃς βόσκειν σὴν γαστέρ᾽ ἄναλτον.”
365
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
366
“Εὐρύμαχ᾽ , εἰ
γὰρ
νῶϊν
ἔρις
ἔργοιο
γένοιτο
367
ὥρῃ ἐν εἰαρινῇ , ὅτε τ᾽ ἤματα μακρὰ πέλονται,
368
ἐν ποίῃ , δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
369
καὶ δὲ σὺ τοῖον ἔχοις , ἵνα πειρησαίμεθα ἔργου
370
νήστιες ἄχρι μάλα κνέφαος , ποίη δὲ παρείη.
371
εἰ δ᾽ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν , οἵ περ ἄριστοι,
372
αἴθωνες , μεγάλοι , ἄμφω κεκορηότε ποίης,
373
ἥλικες , ἰσοφόροι , τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
374
τετράγυον δ᾽ εἴη , εἴκοι δ᾽ ὑπὸ βῶλος ἀρότρῳ:
375
τῷ κέ μ᾽ ἴδοις , εἰ ὦλκα διηνεκέα προταμοίμην.
376
εἰ δ᾽ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
377
σήμερον , αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
378
καὶ κυνέη πάγχαλκος , ἐπὶ κροτάφοις ἀραρυῖα,
379
τῷ κέ μ᾽ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
380
οὐδ᾽ ἄν μοι τὴν γαστέρ᾽ ὀνειδίζων ἀγορεύοις.
381
ἀλλὰ μάλ᾽ ὑβρίξεις , καί τοι νόος ἐστὶν ἀπηνής:
382
καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
383
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
384
εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
385
αἶψά κέ τοι τὰ θύρετρα , καὶ εὐρέα περ μάλ᾽ ἐόντα,
386
φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.”
387
ὣς ἔφατ᾽ , Εὐρύμαχος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,
388
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα:
389
“ἆ
δείλ᾽ , ἦ
τάχα
τοι
τελέω
κακόν , οἷ᾽
ἀγορεύεις
390
θαρσαλέως πολλοῖσι μετ᾽ ἀνδράσιν , οὐδέ τι θυμῷ
391
ταρβεῖς : ἦ ῥά σε οἶνος ἔχει φρένας , ἤ νύ τοι αἰεὶ
392
τοιοῦτος νόος ἐστίν : ὃ καὶ μεταμώνια βάζεις.
393
ἦ ἀλύεις , ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;”
394
ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν : αὐτὰρ Ὀδυσσεὺς
395
Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
396
Εὐρύμαχον δείσας : ὁ δ᾽ ἄρ᾽ οἰνοχόον βάλε χεῖρα
397
δεξιτερήν : πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
398
αὐτὰρ ὅ γ᾽ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
399
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
400
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
401
“αἴθ᾽
ὤφελλ᾽
ὁ
ξεῖνος
ἀλώμενος
ἄλλοθ᾽
ὀλέσθαι
402
πρὶν ἐλθεῖν : τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
403
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν , οὐδέ τι δαιτὸς
404
ἐσθλῆς ἔσσεται ἦδος , ἐπεὶ τὰ χερείονα νικᾷ.”
405
τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο
406
“δαιμόνιοι , μαίνεσθε
καὶ
οὐκέτι
κεύθετε
θυμῷ
407
βρωτὺν οὐδὲ ποτῆτα : θεῶν νύ τις ὔμμ᾽ ὀροθύνει.
408
ἀλλ᾽ εὖ δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες,
409
ὁππότε θυμὸς ἄνωγε : διώκω δ᾽ οὔ τιν᾽ ἐγώ γε.”
410
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
411
Τηλέμαχον θαύμαζον , ὃ θαρσαλέως ἀγόρευε.
412
τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
413
Νίσου φαίδιμος υἱός , Ἀρητιάδαο ἄνακτος:
414
“ὦ
φίλοι , οὐκ
ἂν
δή
τις
ἐπὶ
ῥηθέντι
δικαίῳ
415
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι:
416
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν᾽ ἄλλον
417
δμώων , οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
418
ἀλλ᾽ ἄγετ᾽ , οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
419
ὄφρα σπείσαντες κατακείομεν οἴκαδ᾽ ἰόντες:
420
τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
421
Τηλεμάχῳ μελέμεν : τοῦ γὰρ φίλον ἵκετο δῶμα.”
422
ὣς φάτο , τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
423
τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
424
κῆρυξ Δουλιχιεύς : θεράπων δ᾽ ἦν Ἀμφινόμοιο:
425
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν : οἱ δὲ θεοῖσι
426
σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
427
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
428
βάν ῥ᾽ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.