Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
16
τὼ δ᾽ αὖτ᾽ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
ἐντύνοντο ἄριστον ἅμ᾽ ἠοῖ , κηαμένω πῦρ,
ἔκπεμψάν τε νομῆας ἅμ᾽ ἀγρομένοισι σύεσσι:
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
5
οὐδ᾽ ὕλαον προσιόντα . νόησε δὲ δῖος Ὀδυσσεὺς
σαίνοντάς τε κύνας , περί τε κτύπος ἦλθε ποδοῖϊν.
αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:
Εὔμαι᾽ , μάλα τίς τοι ἐλεύσεται ἐνθάδ᾽ ἑταῖρος
καὶ γνώριμος ἄλλος , ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
10
ἀλλὰ περισσαίνουσι : ποδῶν δ᾽ ὑπὸ δοῦπον ἀκούω.”
οὔ πω πᾶν εἴρητο ἔπος , ὅτε οἱ φίλος υἱὸς
ἔστη ἐνὶ προθύροισι . ταφὼν δ᾽ ἀνόρουσε συβώτης,
ἐκ δ᾽ ἄρα οἱ χειρῶν πέσον ἄγγεα , τοῖς ἐπονεῖτο,
κιρνὰς αἴθοπα οἶνον . δ᾽ ἀντίος ἦλθεν ἄνακτος,
15
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
χεῖράς τ᾽ ἀμφοτέρας : θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
ἐλθόντ᾽ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
μοῦνον τηλύγετον , τῷ ἔπ᾽ ἄλγεα πολλὰ μογήσῃ,
20
ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
πάντα κύσεν περιφύς , ὡς ἐκ θανάτοιο φυγόντα:
καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
ἦλθες , Τηλέμαχε , γλυκερὸν φάος . οὔ σ᾽ ἔτ᾽ ἐγώ γε
ὄψεσθαι ἐφάμην , ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
25
ἀλλ᾽ ἄγε νῦν εἴσελθε , φίλον τέκος , ὄφρα σε θυμῷ
τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
οὐ μὲν γάρ τι θάμ᾽ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
ἀλλ᾽ ἐπιδημεύεις : ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.”
30
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: