Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
125
τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται , τρύχουσι δὲ οἶκον.
δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
ποιῆσαι δύναται : τοὶ δὲ φθινύθουσιν ἔδοντες
οἶκον ἐμόν : τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
ἀλλ᾽ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται:
130
ἄττα , σὺ δ᾽ ἔρχεο θᾶσσον , ἐχέφρονι Πηνελοπείῃ
εἴφ᾽ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
αὐτὰρ ἐγὼν αὐτοῦ μενέω , σὺ δὲ δεῦρο νέεσθαι,
οἴῃ ἀπαγγείλας : τῶν δ᾽ ἄλλων μή τις Ἀχαιῶν
πευθέσθω : πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.”
135
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
γιγνώσκω , φρονέω : τά γε δὴ νοέοντι κελεύεις.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
δυσμόρῳ , ὃς τῆος μὲν Ὀδυσσῆος μέγ᾽ ἀχεύων
140
ἔργα τ᾽ ἐποπτεύεσκε μετὰ δμώων τ᾽ ἐνὶ οἴκῳ
πῖνε καὶ ἦσθ᾽ , ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι:
αὐτὰρ νῦν , ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
οὐδ᾽ ἐπὶ ἔργα ἰδεῖν , ἀλλὰ στοναχῇ τε γόῳ τε
145
ἧσται ὀδυρόμενος , φθινύθει δ᾽ ἀμφ᾽ ὀστεόφι χρώς.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
ἄλγιον , ἀλλ᾽ ἔμπης μιν ἐάσομεν , ἀχνύμενοί περ:
εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
150
ἀλλὰ σύ γ᾽ ἀγγείλας ὀπίσω κίε , μηδὲ κατ᾽ ἀγροὺς
πλάζεσθαι μετ᾽ ἐκεῖνον : ἀτὰρ πρὸς μητέρα εἰπεῖν