Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
κρύβδην : κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.”
ῥα καὶ ὦρσε συφορβόν : δ᾽ εἵλετο χερσὶ πέδιλα,
155
δησάμενος δ᾽ ὑπὸ ποσσὶ πόλινδ᾽ ἴεν . οὐδ᾽ ἄρ᾽ Ἀθήνην
λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
ἀλλ᾽ γε σχεδὸν ἦλθε : δέμας δ᾽ ἤϊκτο γυναικὶ
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
στῆ δὲ κατ᾽ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα:
160
οὐδ᾽ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ᾽ ἐνόησεν,
οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
ἀλλ᾽ Ὀδυσεύς τε κύνες τε ἴδον , καί ῥ᾽ οὐχ ὑλάοντο
κνυζηθμῷ δ᾽ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
δ᾽ ἄρ᾽ ἐπ᾽ ὀφρύσι νεῦσε : νόησε δὲ δῖος Ὀδυσσεύς,
165
ἐκ δ᾽ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
στῆ δὲ πάροιθ᾽ αὐτῆς : τὸν δὲ προσέειπεν Ἀθήνη:
διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ.
ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,
ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρ᾽ ἀραρόντε
170
ἔρχησθον προτὶ ἄστυ περικλυτόν : οὐδ᾽ ἐγὼ αὐτὴ
δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.”
καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ᾽ Ἀθήνη.
φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
θῆκ᾽ ἀμφὶ στήθεσσι , δέμας δ᾽ ὤφελλε καὶ ἥβην.
175
ἂψ δὲ μελαγχροιὴς γένετο , γναθμοὶ δὲ τάνυσθεν,
κυάνεαι δ᾽ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
μὲν ἄρ᾽ ὣς ἔρξασα πάλιν κίεν : αὐτὰρ Ὀδυσσεὺς
ἤϊεν ἐς κλισίην : θάμβησε δέ μιν φίλος υἱός,
ταρβήσας δ᾽ ἑτέρωσε βάλ᾽ ὄμματα , μὴ θεὸς εἴη,
180
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ἀλλοῖός μοι , ξεῖνε , φάνης νέον ἠὲ πάροιθεν,