Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
γήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
395
Νίσου φαίδιμος υἱός , Ἀρητιάδαο ἄνακτος,
ὅς ῥ᾽ ἐκ Δουλιχίου πολυπύρου , ποιήεντος,
ἡγεῖτο μνηστῆρσι , μάλιστα δὲ Πηνελοπείῃ
ἥνδανε μύθοισι : φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν:
σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
400
φίλοι , οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
Τηλέμαχον : δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
κτείνειν : ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
εἰ μέν κ᾽ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
αὐτός τε κτενέω τούς τ᾽ ἄλλους πάντας ἀνώξω:
405
εἰ δέ κ᾽ ἀποτρωπῶσι θεοί , παύσασθαι ἄνωγα.”
ὣς ἔφατ᾽ Ἀμφίνομος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε περίφρων Πηνελόπεια,
410
μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον:
κῆρυξ γὰρ οἱ ἔειπε Μέδων , ὃς ἐπεύθετο βουλάς.
βῆ δ᾽ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
ἀλλ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
415
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
Ἀντίνοον δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
Ἀντίνο᾽ , ὕβριν ἔχων , κακομήχανε , καὶ δέ σέ φασιν
ἐν δήμῳ Ἰθάκης μεθ᾽ ὁμήλικας ἔμμεν ἄριστον
420
βουλῇ καὶ μύθοισι : σὺ δ᾽ οὐκ ἄρα τοῖος ἔησθα.
μάργε , τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε