Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
σίγα , μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν:
Ἀντίνοος δ᾽ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
395
μύθοισιν χαλεποῖσιν , ἐποτρύνει δὲ καὶ ἄλλους.”
ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα:
Ἀντίνο᾽ , μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
μύθῳ ἀναγκαίῳ : μὴ τοῦτο θεὸς τελέσειε.
400
δός οἱ ἑλών : οὔ τοι φθονέω : κέλομαι γὰρ ἐγώ γε:
μήτ᾽ οὖν μητέρ᾽ ἐμὴν ἅζευ τό γε μήτε τιν᾽ ἄλλον
δμώων , οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
ἀλλ᾽ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα:
αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι δόμεν ἄλλῳ.”
405
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε:
Τηλέμαχ᾽ ὑψαγόρη , μένος ἄσχετε , ποῖον ἔειπες.
εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.”
ὣς ἄρ᾽ ἔφη , καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
410
κείμενον , ῥ᾽ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων:
οἱ δ᾽ ἄλλοι πάντες δίδοσαν , πλῆσαν δ᾽ ἄρα πήρην
σίτου καὶ κρειῶν : τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
αὖτις ἐπ᾽ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν:
στῆ δὲ παρ᾽ Ἀντίνοον , καί μιν πρὸς μῦθον ἔειπε:
415
δός , φίλος : οὐ μέν μοι δοκέεις κάκιστος Ἀχαιῶν
ἔμμεναι , ἀλλ᾽ ὤριστος , ἐπεὶ βασιλῆϊ ἔοικας.
τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
σίτου : ἐγὼ δέ κέ σε κλείω κατ᾽ ἀπείρονα γαῖαν.
καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
420
ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,