Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἴδεν ὀφθαλμοῖσι : πολυπλάγκτῳ γὰρ ἔοικε.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα
εἰ γάρ τοι , βασίλεια , σιωπήσειαν Ἀχαιοί:
οἷ᾽ γε μυθεῖται , θέλγοιτό κέ τοι φίλον ἦτορ.
515
τρεῖς γὰρ δή μιν νύκτας ἔχον , τρία δ᾽ ἤματ᾽ ἔρυξα
ἐν κλισίῃ : πρῶτον γὰρ ἔμ᾽ ἵκετο νηὸς ἀποδράς:
ἀλλ᾽ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
ὡς δ᾽ ὅτ᾽ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται , ὅς τε θεῶν ἒξ
ἀείδει δεδαὼς ἔπε᾽ ἱμερόεντα βροτοῖσι,
520
τοῦ δ᾽ ἄμοτον μεμάασιν ἀκουέμεν , ὁππότ᾽ ἀείδῃ:
ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
φησὶ δ᾽ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
Κρήτῃ ναιετάων , ὅθι Μίνωος γένος ἐστίν.
ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκετο πήματα πάσχων,
525
προπροκυλινδόμενος : στεῦται δ᾽ Ὀδυσῆος ἀκοῦσαι,
ἀγχοῦ , Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
ζωοῦ : πολλὰ δ᾽ ἄγει κειμήλια ὅνδε δόμονδε.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
ἔρχεο , δεῦρο κάλεσσον , ἵν᾽ ἀντίον αὐτὸς ἐνίσπῃ.
530
οὗτοι δ᾽ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
αὐτοῦ κατὰ δώματ᾽ , ἐπεί σφισι θυμὸς ἐΰφρων.
αὐτῶν μὲν γὰρ κτήματ᾽ ἀκήρατα κεῖτ᾽ ἐνὶ οἴκῳ,
σῖτος καὶ μέθυ ἡδύ : τὰ μὲν οἰκῆες ἔδουσιν,
οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
535
βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
μαψιδίως : τὰ δὲ πολλὰ κατάνεται . οὐ γὰρ ἔπ᾽ ἀνήρ,
οἷος Ὀδυσσεὺς ἔσκεν , ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
540
αἶψά κε σὺν παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.”