Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ δέπαϊ χρυσέῳ δειδίσκετο , φώνησέν τε:
χαῖρε , πάτερ ξεῖνε , γένοιτό τοι ἔς περ ὀπίσσω
ὄλβος : ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
125
Ἀμφίνομ᾽ , μάλα μοι δοκέεις πεπνυμένος εἶναι:
τοίου γὰρ καὶ πατρός , ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
Νῖσον Δουλιχιῆα ἐΰν τ᾽ ἔμεν ἀφνειόν τε:
τοῦ σ᾽ ἔκ φασι γενέσθαι , ἐπητῇ δ᾽ ἀνδρὶ ἔοικας.
τοὔνεκά τοι ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
130
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
ὄφρ᾽ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ᾽ ὀρώρῃ:
ἀλλ᾽ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
135
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ:
τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
οἷον ἐπ᾽ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
καὶ γὰρ ἐγώ ποτ᾽ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
πολλὰ δ᾽ ἀτάσθαλ᾽ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
140
πατρί τ᾽ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
ἀλλ᾽ γε σιγῇ δῶρα θεῶν ἔχοι , ὅττι διδοῖεν.
οἷ᾽ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
145
ἀνδρός , ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
δηρὸν ἀπέσσεσθαι : μάλα δὲ σχεδόν . ἀλλά σε δαίμων
οἴκαδ᾽ ὑπεξαγάγοι , μηδ᾽ ἀντιάσειας ἐκείνῳ,
ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν:
οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
150
μνηστῆρας καὶ κεῖνον , ἐπεί κε μέλαθρον ὑπέλθῃ.”