Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐδ᾽ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
οἴκαδ᾽ , ὅπη οἱ νόστος , ἐπεὶ φίλα γυῖα λέλυνται.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
Εὐρύμαχος δ᾽ ἐπέεσσι προσηύδα Πηνελόπειαν:
245
κούρη Ἰκαρίοιο , περίφρον Πηνελόπεια,
εἰ πάντες σε ἴδοιεν ἀν᾽ Ἴασον Ἄργος Ἀχαιοί,
πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
ἠῶθεν δαινύατ᾽ , ἐπεὶ περίεσσι γυναικῶν
εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.”
250
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια:
Εὐρύμαχ᾽ , τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
ὤλεσαν ἀθάνατοι , ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι , μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
εἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
255
μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
νῦν δ᾽ ἄχομαι : τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
μὲν δὴ ὅτε τ᾽ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα:
γύναι , οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
260
ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι:
καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
ἵππων τ᾽ ὠκυπόδων ἐπιβήτορας , οἵ κε τάχιστα
ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
265
τῷ οὐκ οἶδ᾽ κέν μ᾽ ἀνέσει θεός , κεν ἁλώω
αὐτοῦ ἐνὶ Τροίῃ : σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων.
μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
ὡς νῦν , ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος:
αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
270
γήμασθ᾽ κ᾽ ἐθέλῃσθα , τεὸν κατὰ δῶμα λιποῦσα.