Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μή τίς μοι δμῳῶν νεμεσήσεται , ἠὲ σύ γ᾽ αὐτή,
φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια:
ξεῖν᾽ , τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
125
ὤλεσαν ἀθάνατοι , ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι , μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
εἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
νῦν δ᾽ ἄχομαι : τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
130
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
οἵ τ᾽ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
οἵ μ᾽ ἀεκαζομένην μνῶνται , τρύχουσι δὲ οἶκον.
τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθ᾽ ἱκετάων
135
οὔτε τι κηρύκων , οἳ δημιοεργοὶ ἔασιν:
ἀλλ᾽ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
οἱ δὲ γάμον σπεύδουσιν : ἐγὼ δὲ δόλους τολυπεύω.
φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
στησαμένῃ μέγαν ἱστόν , ἐνὶ μεγάροισιν ὑφαίνειν,
140
λεπτὸν καὶ περίμετρον : ἄφαρ δ᾽ αὐτοῖς μετέειπον:
κοῦροι , ἐμοὶ μνηστῆρες , ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον , εἰς κε φᾶρος
ἐκτελέσωμή μοι μεταμώνια νήματ᾽ ὄληται
Λαέρτῃ ἥρωϊ ταφήϊον , εἰς ὅτε κέν μιν
145
μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο:
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
ὣς ἐφάμην , τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
150
νύκτας δ᾽ ἀλλύεσκον , ἐπεὶ δαΐδας παραθείμην.