Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς:
ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
μηνῶν φθινόντων , περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,
καὶ τότε δή με διὰ δμῳάς , κύνας οὐκ ἀλεγούσας,
155
εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
ὣς τὸ μὲν ἐξετέλεσσα , καὶ οὐκ ἐθέλουσ᾽ , ὑπ᾽ ἀνάγκης:
νῦν δ᾽ οὔτ᾽ ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν᾽ ἄλλην
μῆτιν ἔθ᾽ εὑρίσκω : μάλα δ᾽ ὀτρύνουσι τοκῆες
γήμασθ᾽ , ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
160
γιγνώσκων : ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
οἴκου κήδεσθαι , τῷ τε Ζεὺς κῦδος ὀπάζει.
ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος , ὁππόθεν ἐσσί.
οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ᾽ ἀπὸ πέτρης.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
165
γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
οὐκέτ᾽ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
ἀλλ᾽ ἔκ τοι ἐρέω : μέν μ᾽ ἀχέεσσί γε δώσεις
πλείοσιν ἔχομαι : γὰρ δίκη , ὁππότε πάτρης
ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
170
πολλὰ βροτῶν ἐπὶ ἄστε᾽ ἀλώμενος , ἄλγεα πάσχων:
ἀλλὰ καὶ ὣς ἐρέω μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Κρήτη τις γαῖ᾽ ἔστι , μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
καλὴ καὶ πίειρα , περίρρυτος : ἐν δ᾽ ἄνθρωποι
πολλοί , ἀπειρέσιοι , καὶ ἐννήκοντα πόληες.
175
ἄλλη δ᾽ ἄλλων γλῶσσα μεμιγμένη : ἐν μὲν Ἀχαιοί,
ἐν δ᾽ Ἐτεόκρητες μεγαλήτορες , ἐν δὲ Κύδωνες,
Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
τῇσι δ᾽ ἐνὶ Κνωσός , μεγάλη πόλις , ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
180
πατρὸς ἐμοῖο πατήρ , μεγαθύμου Δευκαλίωνος