Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Δευκαλίων δ᾽ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα:
ἀλλ᾽ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
ᾤχεθ᾽ ἅμ᾽ Ἀτρείδῃσιν , ἐμοὶ δ᾽ ὄνομα κλυτὸν Αἴθων,
ὁπλότερος γενεῇ : δ᾽ ἄρα πρότερος καὶ ἀρείων.
185
ἔνθ᾽ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν:
στῆσε δ᾽ ἐν Ἀμνισῷ , ὅθι τε σπέος Εἰλειθυίης,
ἐν λιμέσιν χαλεποῖσι , μόγις δ᾽ ὑπάλυξεν ἀέλλας.
190
αὐτίκα δ᾽ Ἰδομενῆα μετάλλα ἄστυδ᾽ ἀνελθών:
ξεῖνον γάρ οἱ ἔφασκε φίλον τ᾽ ἔμεν αἰδοῖόν τε.
τῷ δ᾽ ἤδη δεκάτη ἑνδεκάτη πέλεν ἠὼς
οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
τὸν μὲν ἐγὼ πρὸς δώματ᾽ ἄγων ἐῢ ἐξείνισσα,
195
ἐνδυκέως φιλέων , πολλῶν κατὰ οἶκον ἐόντων:
καί οἱ τοῖς ἄλλοις ἑτάροις , οἳ ἅμ᾽ αὐτῷ ἕποντο,
δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
καὶ βοῦς ἱρεύσασθαι , ἵνα πλησαίατο θυμόν.
ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί:
200
εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ᾽ ἐπὶ γαίῃ
εἴα ἵστασθαι , χαλεπὸς δέ τις ὤρορε δαίμων.
τῇ τρισκαιδεκάτῃ δ᾽ ἄνεμος πέσε , τοὶ δ᾽ ἀνάγοντο.”
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα:
τῆς δ᾽ ἄρ᾽ ἀκουούσης ῥέε δάκρυα , τήκετο δὲ χρώς:
205
ὡς δὲ χιὼν κατατήκετ᾽ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
ἥν τ᾽ Εὖρος κατέτηξεν , ἐπὴν Ζέφυρος καταχεύῃ:
τηκομένης δ᾽ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες:
ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,
κλαιούσης ἑὸν ἄνδρα παρήμενον . αὐτὰρ Ὀδυσσεὺς
210
θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,