Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄγχι μάλ᾽ , οὐδ᾽ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
δηρὸν ἀπεσσεῖται : ἔμπης δέ τοι ὅρκια δώσω.
ἴστω νῦν Ζεὺς πρῶτα , θεῶν ὕπατος καὶ ἄριστος,
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω:
305
μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
τοῦδ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,
τοῦ μὲν φθίνοντος μηνός , τοῦ δ᾽ ἱσταμένοιο.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
αἲ γὰρ τοῦτο , ξεῖνε , ἔπος τετελεσμένον εἴη:
310
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
ἐξ ἐμεῦ , ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
ἀλλά μοι ὧδ᾽ ἀνὰ θυμὸν ὀΐεται , ὡς ἔσεταί περ:
οὔτ᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται , οὔτε σὺ πομπῆς
τεύξῃ , ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ᾽ ἐνὶ οἴκῳ
315
οἷος Ὀδυσσεὺς ἔσκε μετ᾽ ἀνδράσιν , εἴ ποτ᾽ ἔην γε,
ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
ἀλλά μιν , ἀμφίπολοι , ἀπονίψατε , κάτθετε δ᾽ εὐνήν,
δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
ὥς κ᾽ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
320
ἠῶθεν δὲ μάλ᾽ ἦρι λοέσσαι τε χρῖσαί τε,
ὥς κ᾽ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
ἥμενος ἐν μεγάρῳ : τῷ δ᾽ ἄλγιον ὅς κεν ἐκείνων
τοῦτον ἀνιάζῃ θυμοφθόρος : οὐδέ τι ἔργον
ἐνθάδ᾽ ἔτι πρήξει , μάλα περ κεχολωμένος αἰνῶς.
325
πῶς γὰρ ἐμεῦ σύ , ξεῖνε , δαήσεαι εἴ τι γυναικῶν
ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
εἴ κεν ἀϋσταλέος , κακὰ εἱμένος ἐν μεγάροισιν
δαινύῃ ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,
330
τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε᾽ ὀπίσσω