Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ζωῷ , ἀτὰρ τεθνεῶτί γ᾽ ἐφεψιόωνται ἅπαντες:
ὃς δ᾽ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
πάντας ἐπ᾽ ἀνθρώπους , πολλοί τέ μιν ἐσθλὸν ἔειπον.”
335
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
ἤχθεθ᾽ , ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,
340
κείω δ᾽ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον:
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
ἄεσα καί τ᾽ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
γίγνεται : οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
345
τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
εἰ μή τις γρηῦς ἔστι παλαιή , κεδνὰ ἰδυῖα,
τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ᾽ ἐγώ περ:
τῇ δ᾽ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
350
ξεῖνε φίλ᾽ : οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,
ὡς σὺ μάλ᾽ εὐφραδέως πεπνυμένα πάντ᾽ ἀγορεύεις:
ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδε᾽ ἔχουσα
κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδ᾽ ἀτίταλλε,
355
δεξαμένη χείρεσσ᾽ , ὅτε μιν πρῶτον τέκε μήτηρ,
σε πόδας νίψει , ὀλιγηπελέουσά περ ἔμπης.
ἀλλ᾽ ἄγε νῦν ἀνστᾶσα , περίφρων Εὐρύκλεια,
νίψον σοῖο ἄνακτος ὁμήλικα : καί που Ὀδυσσεὺς
ἤδη τοιόσδ᾽ ἐστὶ πόδας τοιόσδε τε χεῖρας:
360
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.”