Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς:
2
κὰμ μὲν ἀδέψητον βοέην στόρεσ᾽ , αὐτὰρ ὕπερθε
3
κώεα πόλλ᾽ ὀΐων , τοὺς ἱρεύεσκον Ἀχαιοί:
4
Εὐρυνόμη δ᾽ ἄρ᾽ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
5
ἔνθ᾽ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
6
κεῖτ᾽ ἐγρηγορόων : ταὶ δ᾽ ἐκ μεγάροιο γυναῖκες
7
ἤϊσαν , αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
8
ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
9
τοῦ δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι:
10
πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
11
ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
12
ἦ ἔτ᾽ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
13
ὕστατα καὶ πύματα , κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
14
ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
15
ἄνδρ᾽ ἀγνοιήσασ᾽ ὑλάει μέμονέν τε μάχεσθαι,
16
ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα:
17
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ:
18
“τέτλαθι
δή , κραδίη : καὶ
κύντερον
ἄλλο
ποτ᾽
ἔτλης.
19
ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
20
ἰφθίμους ἑτάρους : σὺ δ᾽ ἐτόλμας , ὄφρα σε μῆτις
21
ἐξάγαγ᾽ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.”
22
ὣς ἔφατ᾽ , ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ:
23
τῷ δὲ μάλ᾽ ἐν πείσῃ κραδίη μένε τετληυῖα
24
νωλεμέως : ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
25
ὡς δ᾽ ὅτε γαστέρ᾽ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
26
ἐμπλείην κνίσης τε καὶ αἵματος , ἔνθα καὶ ἔνθα
27
αἰόλλῃ , μάλα δ᾽ ὦκα λιλαίεται ὀπτηθῆναι,
28
ὣς ἄρ᾽ ὅ γ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο , μερμηρίζων
29
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
30
μοῦνος ἐὼν πολέσι . σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
31
οὐρανόθεν καταβᾶσα : δέμας δ᾽ ἤϊκτο γυναικί:
32
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε:
33
“τίπτ᾽
αὖτ᾽
ἐγρήσσεις , πάντων
περὶ
κάμμορε
φωτῶν;
34
οἶκος μέν τοι ὅδ᾽ ἐστί , γυνὴ δέ τοι ἥδ᾽ ἐνὶ οἴκῳ
35
καὶ , πάϊς , οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.”
36
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
37
“ναὶ
δὴ
ταῦτά
γε
πάντα , θεά , κατὰ
μοῖραν
ἔειπες:
38
ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
39
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
40
μοῦνος ἐών : οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔασι.
41
πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω:
42
εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
43
πῆ κεν ὑπεκπροφύγοιμι ; τά σε φράζεσθαι ἄνωγα.”
44
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
45
“σχέτλιε , καὶ
μέν
τίς
τε
χερείονι
πείθεθ᾽
ἑταίρῳ,
46
ὅς περ θνητός τ᾽ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν:
47
αὐτὰρ ἐγὼ θεός εἰμι , διαμπερὲς ἥ σε φυλάσσω
48
ἐν πάντεσσι πόνοις . ἐρέω δέ τοι ἐξαναφανδόν:
49
εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
50
νῶϊ περισταῖεν , κτεῖναι μεμαῶτες Ἄρηϊ,
51
καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
52
ἀλλ᾽ ἑλέτω σε καὶ ὕπνος : ἀνίη καὶ τὸ φυλάσσειν
53
πάννυχον ἐγρήσσοντα , κακῶν δ᾽ ὑποδύσεαι ἤδη.”
54
ὣς φάτο , καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
55
αὐτὴ δ᾽ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
56
εὖτε τὸν ὕπνος ἔμαρπτε , λύων μελεδήματα θυμοῦ,
57
λυσιμελής , ἄλοχος δ᾽ ἄρ᾽ ἐπέγρετο κεδνὰ ἰδυῖα:
58
κλαῖε δ᾽ ἄρ᾽ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
59
αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
60
Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν:
61
“Ἄρτεμι , πότνα
θεά , θύγατερ
Διός , αἴθε
μοι
ἤδη
62
ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ᾽ ἐκ θυμὸν ἕλοιο
63
αὐτίκα νῦν , ἢ ἔπειτα μ᾽ ἀναρπάξασα θύελλα
64
οἴχοιτο προφέρουσα κατ᾽ ἠερόεντα κέλευθα,
65
ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
66
ὡς δ᾽ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι:
67
τῇσι τοκῆας μὲν φθῖσαν θεοί , αἱ δ᾽ ἐλίποντο
68
ὀρφαναὶ ἐν μεγάροισι , κόμισσε δὲ δῖ᾽ Ἀφροδίτη
69
τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ:
70
Ἥρη δ᾽ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
71
εἶδος καὶ πινυτήν , μῆκος δ᾽ ἔπορ᾽ Ἄρτεμις ἁγνή,
72
ἔργα δ᾽ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
73
εὖτ᾽ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
74
κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
75
ἐς Δία τερπικέραυνον , ὁ γάρ τ᾽ εὖ οἶδεν ἅπαντα,
76
μοῖράν τ᾽ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
77
τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
78
καί ῥ᾽ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν:
79
ὣς ἔμ᾽ ἀϊστώσειαν Ὀλύμπια δώματ᾽ ἔχοντες,
80
ἠέ μ᾽ ἐϋπλόκαμος βάλοι Ἄρτεμις , ὄφρ᾽ Ὀδυσῆα
81
ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
82
μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
83
ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν , ὁππότε κέν τις
84
ἤματα μὲν κλαίῃ , πυκινῶς ἀκαχήμενος ἦτορ,
85
νύκτας δ᾽ ὕπνος ἔχῃσιν —ὁ
γάρ
τ᾽
ἐπέλησεν
ἁπάντων,
86
ἐσθλῶν ἠδὲ κακῶν , ἐπεὶ ἄρ βλέφαρ᾽ ἀμφικαλύψῃ—
87
αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ᾽ ἐπέσσευεν κακὰ δαίμων.
88
τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
89
τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ : αὐτὰρ ἐμὸν κῆρ
90
χαῖρ᾽ , ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι , ἀλλ᾽ ὕπαρ ἤδη.”
91
ὣς ἔφατ᾽ , αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
92
τῆς δ᾽ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς:
93
μερμήριζε δ᾽ ἔπειτα , δόκησε δέ οἱ κατὰ θυμὸν
94
ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
95
χλαῖναν μὲν συνελὼν καὶ κώεα , τοῖσιν ἐνεῦδεν,
96
ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου , ἐκ δὲ βοείην
97
θῆκε θύραζε φέρων , Διὶ δ᾽ εὔξατο χεῖρας ἀνασχών:
98
“Ζεῦ
πάτερ , εἴ
μ᾽
ἐθέλοντες
ἐπὶ
τραφερήν
τε
καὶ
ὑγρὴν
99
ἤγετ᾽ ἐμὴν ἐς γαῖαν , ἐπεί μ᾽ ἐκακώσατε λίην,
100
φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
101
ἔνδοθεν , ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.”
102
ὣς ἔφατ᾽ εὐχόμενος : τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς,
103
αὐτίκα δ᾽ ἐβρόντησεν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου,
104
ὑψόθεν ἐκ νεφέων : γήθησε δὲ δῖος Ὀδυσσεύς.
105
φήμην δ᾽ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
106
πλησίον , ἔνθ᾽ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
107
τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
108
ἄλφιτα τεύχουσαι καὶ ἀλείατα , μυελὸν ἀνδρῶν.
109
αἱ μὲν ἄρ᾽ ἄλλαι εὗδον , ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
110
ἡ δὲ μί᾽ οὔπω παύετ᾽ , ἀφαυροτάτη δ᾽ ἐτέτυκτο:
111
ἥ ῥα μύλην στήσασα ἔπος φάτο , σῆμα ἄνακτι:
112
“Ζεῦ
πάτερ , ὅς
τε
θεοῖσι
καὶ
ἀνθρώποισιν
ἀνάσσεις,
113
ἦ μεγάλ᾽ ἐβρόντησας ἀπ᾽ οὐρανοῦ ἀστερόεντος,
114
οὐδέ ποθι νέφος ἐστί : τέρας νύ τεῳ τόδε φαίνεις.
115
κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος , ὅττι κεν εἴπω:
116
μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
117
ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτ᾽ ἐρατεινήν,
118
οἳ δή μοι καμάτῳ θυμαλγέι : γούνατ᾽ ἔλυσαν
119
ἄλφιτα τευχούσῃ : νῦν ὕστατα δειπνήσειαν.”
120
ὣς ἄρ᾽ ἔφη , χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
121
Ζηνός τε βροντῇ : φάτο γὰρ τίσασθαι ἀλείτας.
122
αἱ δ᾽ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλ᾽ Ὀδυσῆος
123
ἀγρόμεναι ἀνέκαιον ἐπ᾽ ἐσχάρῃ ἀκάματον πῦρ.
124
Τηλέμαχος δ᾽ εὐνῆθεν ἀνίστατο , ἰσόθεος φώς,
125
εἵματα ἑσσάμενος : περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ:
126
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
127
εἵλετο δ᾽ ἄλκιμον ἔγχος , ἀκαχμένον ὀξέι : χαλκῷ:
128
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών , πρὸς δ᾽ Εὐρύκλειαν ἔειπε:
129
“μαῖα
φίλη , τὸν
ξεῖνον
ἐτιμήσασθ᾽
ἐνὶ
οἴκῳ
130
εὐνῇ καὶ σίτῳ , ἦ αὔτως κεῖται ἀκηδής;
131
τοιαύτη γὰρ ἐμὴ μήτηρ , πινυτή περ ἐοῦσα:
132
ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
133
χείρονα , τὸν δέ τ᾽ ἀρείον᾽ ἀτιμήσασ᾽ ἀποπέμπει.”
134
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια:
135
“οὐκ
ἄν
μιν
νῦν , τέκνον , ἀναίτιον
αἰτιόῳο.
136
οἶνον μὲν γὰρ πῖνε καθήμενος , ὄφρ᾽ ἔθελ᾽ αὐτός,
137
σίτου δ᾽ οὐκέτ᾽ ἔφη πεινήμεναι : εἴρετο γάρ μιν.
138
ἀλλ᾽ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
139
ἡ μὲν δέμνι᾽ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
140
αὐτὰρ ὅ γ᾽ , ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
141
οὐκ ἔθελ᾽ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
142
ἀλλ᾽ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
143
ἔδραθ᾽ ἐνὶ προδόμῳ : χλαῖναν δ᾽ ἐπιέσσαμεν ἡμεῖς.”
144
ὣς φάτο , Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
145
ἔγχος ἔχων , ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
146
βῆ δ᾽ ἴμεν εἰς ἀγορὴν μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
147
ἡ δ᾽ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
148
Εὐρύκλει᾽ , Ὦπος θυγάτηρ Πεισηνορίδαο:
149
“ἀγρεῖθ᾽ , αἱ
μὲν
δῶμα
κορήσατε
ποιπνύσασαι,
150
ῥάσσατέ τ᾽ , ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
151
βάλλετε πορφυρέους : αἱ δὲ σπόγγοισι τραπέζας
152
πάσας ἀμφιμάσασθε , καθήρατε δὲ κρητῆρας
153
καὶ δέπα ἀμφικύπελλα τετυγμένα : ταὶ δὲ μεθ᾽ ὕδωρ
154
ἔρχεσθε κρήνηνδε , καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
155
οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
156
ἀλλὰ μάλ᾽ ἦρι νέονται , ἐπεὶ καὶ πᾶσιν ἑορτή.”
157
ὣς ἔφαθ᾽ , αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο.
158
αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
159
αἱ δ᾽ αὐτοῦ κατὰ δώματ᾽ ἐπισταμένως πονέοντο.
160
ἐς δ᾽ ἦλθον δρηστῆρες Ἀχαιῶν . οἱ μὲν ἔπειτα
161
εὖ καὶ ἐπισταμένως κέασαν ξύλα , ταὶ δὲ γυναῖκες
162
ἦλθον ἀπὸ κρήνης : ἐπὶ δέ σφισιν ἦλθε συβώτης
163
τρεῖς σιάλους κατάγων , οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
164
καὶ τοὺς μέν ῥ᾽ εἴασε καθ᾽ ἕρκεα καλὰ νέμεσθαι,
165
αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσηύδα μειλιχίοισι:
166
“ξεῖν᾽ , ἦ
ἄρ
τί
σε
μᾶλλον
Ἀχαιοὶ
εἰσορόωσιν,
167
ἦέ σ᾽ ἀτιμάζουσι κατὰ μέγαρ᾽ , ὡς τὸ πάρος περ;”
168
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς:
169
“αἲ
γὰρ
δή , Εὔμαιε , θεοὶ
τισαίατο
λώβην,
170
ἣν οἵδ᾽ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
171
οἴκῳ ἐν ἀλλοτρίῳ , οὐδ᾽ αἰδοῦς μοῖραν ἔχουσιν.”
172
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
173
ἀγχίμολον δέ σφ᾽ ἦλθε Μελάνθιος , αἰπόλος αἰγῶν.
174
αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
175
δεῖπνον μνηστήρεσσι . δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.
176
καὶ τὰς μὲν κατέδησεν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ,
177
αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσηύδα κερτομίοισι:
178
“ξεῖν᾽ , ἔτι
καὶ
νῦν
ἐνθάδ᾽
ἀνιήσεις
κατὰ
δῶμα
179
ἀνέρας αἰτίζων , ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
180
πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
181
πρὶν χειρῶν γεύσασθαι , ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
182
αἰτίζεις : εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.”
183
ὣς φάτο , τὸν δ᾽ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
184
ἀλλ᾽ ἀκέων κίνησε κάρη , κακὰ βυσσοδομεύων.
185
τοῖσι δ᾽ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος , ὄρχαμος ἀνδρῶν,
186
βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
187
πορθμῆες δ᾽ ἄρα τούς γε διήγαγον , οἵ τε καὶ ἄλλους
188
ἀνθρώπους πέμπουσιν , ὅτις σφέας εἰσαφίκηται.
189
καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ,
190
αὐτὸς δ᾽ αὖτ᾽ ἐρέεινε συβώτην ἄγχι παραστάς:
191
“τίς
δὴ
ὅδε
ξεῖνος
νέον
εἰλήλουθε , συβῶτα,
192
ἡμέτερον πρὸς δῶμα ; τέων δ᾽ ἐξ εὔχεται εἶναι
193
ἀνδρῶν ; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
194
δύσμορος , ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι:
195
ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
196
ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.”
197
ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
198
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
199
“χαῖρε , πάτερ
ὦ
ξεῖνε : γένοιτό
τοι
ἔς
περ
ὀπίσσω
200
ὄλβος : ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
201
Ζεῦ πάτερ , οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος:
202
οὐκ ἐλεαίρεις ἄνδρας , ἐπὴν δὴ γείνεαι αὐτός,
203
μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
204
ἴδιον , ὡς ἐνόησα , δεδάκρυνται δέ μοι ὄσσε
205
μνησαμένῳ Ὀδυσῆος , ἐπεὶ καὶ κεῖνον ὀΐω
206
τοιάδε λαίφε᾽ ἔχοντα κατ᾽ ἀνθρώπους ἀλάλησθαι,
207
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
208
εἰ δ᾽ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
209
ὤ μοι ἔπειτ᾽ Ὀδυσῆος ἀμύμονος , ὅς μ᾽ ἐπὶ βουσὶν
210
εἷσ᾽ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
211
νῦν δ᾽ αἱ μὲν γίγνονται ἀθέσφατοι , οὐδέ κεν ἄλλως
212
ἀνδρί γ᾽ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων:
213
τὰς δ᾽ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
214
ἔδμεναι : οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
215
οὐδ᾽ ὄπιδα τρομέουσι θεῶν : μεμάασι γὰρ ἤδη
216
κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
217
αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
218
πόλλ᾽ ἐπιδινεῖται : μάλα μὲν κακὸν υἷος ἐόντος
219
ἄλλων δῆμον ἱκέσθαι ἰόντ᾽ αὐτῇσι βόεσσιν,
220
ἄνδρας ἐς ἀλλοδαπούς : τὸ δὲ ῥίγιον , αὖθι μένοντα
221
βουσὶν ἐπ᾽ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
222
καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
223
ἐξικόμην φεύγων , ἐπεὶ οὐκέτ᾽ ἀνεκτὰ πέλονται:
224
ἀλλ᾽ ἔτι τὸν δύστηνον ὀΐομαι , εἴ ποθεν ἐλθὼν
225
ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.”
226
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
227
“βουκόλ᾽ , ἐπεὶ
οὔτε
κακῷ
οὔτ᾽
ἄφρονι
φωτὶ
ἔοικας,
228
γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
229
τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:
230
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
231
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω,
232
ἦ σέθεν ἐνθάδ᾽ ἐόντος ἐλεύσεται οἴκαδ᾽ Ὀδυσσεύς:
233
σοῖσιν δ᾽ ὀφθαλμοῖσιν ἐπόψεαι , αἴ κ᾽ ἐθέλῃσθα,
234
κτεινομένους μνηστῆρας , οἳ ἐνθάδε κοιρανέουσιν.”
235
τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ:
236
“αἲ
γὰρ
τοῦτο , ξεῖνε , ἔπος
τελέσειε
Κρονίων:
237
γνοίης χ᾽ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.”
238
ὣς δ᾽ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
239
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
240
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
241
μνηστῆρες δ᾽ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
242
ἤρτυον : αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
243
αἰετὸς ὑψιπέτης , ἔχε δὲ τρήρωνα πέλειαν.
244
τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν:
245
“ὦ
φίλοι , οὐχ
ἡμῖν
συνθεύσεται
ἥδε
γε
βουλή,
246
Τηλεμάχοιο φόνος : ἀλλὰ μνησώμεθα δαιτός.”
247
ὣς ἔφατ᾽ Ἀμφίνομος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
248
ἐλθόντες δ᾽ ἐς δώματ᾽ Ὀδυσσῆος θείοιο
249
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
250
οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
251
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην:
252
σπλάγχνα δ᾽ ἄρ᾽ ὀπτήσαντες ἐνώμων , ἐν δέ τε οἶνον
253
κρητῆρσιν κερόωντο : κύπελλα δὲ νεῖμε συβώτης.
254
σῖτον δέ σφ᾽ ἐπένειμε Φιλοίτιος , ὄρχαμος ἀνδρῶν,
255
καλοῖς ἐν κανέοισιν , ἐῳνοχόει δὲ Μελανθεύς.
256
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
257
Τηλέμαχος δ᾽ Ὀδυσῆα καθίδρυε , κέρδεα νωμῶν,
258
ἐντὸς ἐϋσταθέος μεγάρου , παρὰ λάϊνον οὐδόν,
259
δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν:
260
πὰρ δ᾽ ἐτίθει σπλάγχνων μοίρας , ἐν δ᾽ οἶνον ἔχευεν
261
ἐν δέπαϊ χρυσέῳ , καί μιν πρὸς μῦθον ἔειπεν:
262
“ἐνταυθοῖ
νῦν
ἧσο
μετ᾽
ἀνδράσιν
οἰνοποτάζων:
263
κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
264
πάντων μνηστήρων , ἐπεὶ οὔ τοι δήμιός ἐστιν
265
οἶκος ὅδ᾽ , ἀλλ᾽ Ὀδυσῆος , ἐμοὶ δ᾽ ἐκτήσατο κεῖνος.
266
ὑμεῖς δέ , μνηστῆρες , ἐπίσχετε θυμὸν ἐνιπῆς
267
καὶ χειρῶν , ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.”
268
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
269
Τηλέμαχον θαύμαζον , ὃ θαρσαλέως ἀγόρευε.
270
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός:
271
“καὶ
χαλεπόν
περ
ἐόντα
δεχώμεθα
μῦθον , Ἀχαιοί,
272
Τηλεμάχου : μάλα δ᾽ ἧμιν ἀπειλήσας ἀγορεύει.
273
οὐ γὰρ Ζεὺς εἴασε Κρονίων : τῷ κέ μιν ἤδη
274
παύσαμεν ἐν μεγάροισι , λιγύν περ ἐόντ᾽ ἀγορητήν.”
275
ὣς ἔφατ᾽ Ἀντίνοος : ὁ δ᾽ ἄρ᾽ οὐκ ἐμπάζετο μύθων.
276
κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
277
ἦγον : τοὶ δ᾽ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
278
ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
279
οἱ δ᾽ ἐπεὶ ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,
280
μοίρας δασσάμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα:
281
πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
282
ἴσην , ὡς αὐτοί περ ἐλάγχανον : ὣς γὰρ ἀνώγει
283
Τηλέμαχος , φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
284
μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
285
λώβης ἴσχεσθαι θυμαλγέος , ὄφρ᾽ ἔτι μᾶλλον
286
δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
287
ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
288
Κτήσιππος δ᾽ ὄνομ᾽ ἔσκε , Σάμῃ δ᾽ ἐνὶ οἰκία ναῖεν:
289
ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
290
μνάσκετ᾽ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
291
ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα:
292
“κέκλυτέ
μευ , μνηστῆρες
ἀγήνορες , ὄφρα
τι
εἴπω:
293
μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι , ὡς ἐπέοικεν,
294
ἴσην : οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
295
ξείνους Τηλεμάχου , ὅς κεν τάδε δώμαθ᾽ ἵκηται.
296
ἀλλ᾽ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον , ὄφρα καὶ αὐτὸς
297
ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
298
δμώων , οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.”
299
ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
300
κείμενον ἐκ κανέοιο λαβών : ὁ δ᾽ ἀλεύατ᾽ Ὀδυσσεὺς
301
ἦκα παρακλίνας κεφαλήν , μείδησε δὲ θυμῷ
302
σαρδάνιον μάλα τοῖον : ὁ δ᾽ εὔδμητον βάλε τοῖχον.
303
Κτήσιππον δ᾽ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ:
304
“Κτήσιππ᾽ , ἦ
μάλα
τοι
τόδε
κέρδιον
ἔπλετο
θυμῷ:
305
οὐκ ἔβαλες τὸν ξεῖνον : ἀλεύατο γὰρ βέλος αὐτός.
306
ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
307
καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
308
ἐνθάδε . τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
309
φαινέτω : ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
310
ἐσθλά τε καὶ τὰ χέρηα : πάρος δ᾽ ἔτι νήπιος ἦα.
311
ἀλλ᾽ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
312
μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
313
καὶ σίτου : χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
314
ἀλλ᾽ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες:
315
εἰ δ᾽ ἤδη μ᾽ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
316
καί κε τὸ βουλοίμην , καί κεν πολὺ κέρδιον εἴη
317
τεθνάμεν ἢ τάδε γ᾽ αἰὲν ἀεικέα ἔργ᾽ ὁράασθαι,
318
ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
319
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.”
320
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:
321
ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος:
322
“ὦ
φίλοι , οὐκ
ἂν
δή
τις
ἐπὶ
ῥηθέντι
δικαίῳ
323
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι:
324
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν᾽ ἄλλον
325
δμώων , οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
326
Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
327
ἤπιον , εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
328
ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
329
νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
330
τόφρ᾽ οὔ τις νέμεσις μενέμεν τ᾽ ἦν ἰσχέμεναί τε
331
μνηστῆρας κατὰ δώματ᾽ , ἐπεὶ τόδε κέρδιον ἦεν,
332
εἰ νόστησ᾽ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα:
333
νῦν δ᾽ ἤδη τόδε δῆλον , ὅ τ᾽ οὐκέτι νόστιμός ἐστιν.
334
ἀλλ᾽ ἄγε , σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
335
γήμασθ᾽ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
336
ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
337
ἔσθων καὶ πίνων , ἡ δ᾽ ἄλλου δῶμα κομίζῃ.”
338
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
339
“οὐ
μὰ
Ζῆν᾽ , Ἀγέλαε , καὶ
ἄλγεα
πατρὸς
ἐμοῖο,
340
ὅς που τῆλ᾽ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
341
οὔ τι διατρίβω μητρὸς γάμον , ἀλλὰ κελεύω
342
γήμασθ᾽ ᾧ κ᾽ ἐθέλῃ , ποτὶ δ᾽ ἄσπετα δῶρα δίδωμι.
343
αἰδέομαι δ᾽ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
344
μύθῳ ἀναγκαίῳ : μὴ τοῦτο θεὸς τελέσειεν.”
345
ὣς φάτο Τηλέμαχος : μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
346
ἄσβεστον γέλω ὦρσε , παρέπλαγξεν δὲ νόημα.
347
οἱ δ᾽ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
348
αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον : ὄσσε δ᾽ ἄρα σφέων
349
δακρυόφιν πίμπλαντο , γόον δ᾽ ὠΐετο θυμός.
350
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής:
351
“ἆ
δειλοί , τί
κακὸν
τόδε
πάσχετε ; νυκτὶ
μὲν
ὑμέων
352
εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
353
οἰμωγὴ δὲ δέδηε , δεδάκρυνται δὲ παρειαί,
354
αἵματι δ᾽ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι:
355
εἰδώλων δὲ πλέον πρόθυρον , πλείη δὲ καὶ αὐλή,
356
ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον : ἠέλιος δὲ
357
οὐρανοῦ ἐξαπόλωλε , κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς.”
358
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν.
359
τοῖσιν δ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἦρχ᾽ ἀγορεύειν:
360
“ἀφραίνει
ξεῖνος
νέον
ἄλλοθεν
εἰληλουθώς.
361
ἀλλά μιν αἶψα , νέοι , δόμου ἐκπέμψασθε θύραζε
362
εἰς ἀγορὴν ἔρχεσθαι , ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.”
363
τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:
364
“Εὐρύμαχ᾽ , οὔ
τί
σ᾽
ἄνωγα
ἐμοὶ
πομπῆας
ὀπάζειν:
365
εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
366
καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
367
τοῖς ἔξειμι θύραζε , ἐπεὶ νοέω κακὸν ὔμμιν
368
ἐρχόμενον , τό κεν οὔ τις ὑπεκφύγοι οὐδ᾽ ἀλέαιτο
369
μνηστήρων , οἳ δῶμα κάτ᾽ ἀντιθέου Ὀδυσῆος
370
ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.”
371
ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
372
ἵκετο δ᾽ ἐς Πείραιον , ὅ μιν πρόφρων ὑπέδεκτο.
373
μνηστῆρες δ᾽ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
374
Τηλέμαχον ἐρέθιζον , ἐπὶ ξείνοις γελόωντες:
375
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
376
“Τηλέμαχ᾽ , οὔ
τις
σεῖο
κακοξεινώτερος
ἄλλος:
377
οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
378
σίτου καὶ οἴνου κεχρημένον , οὐδέ τι ἔργων
379
ἔμπαιον οὐδὲ βίης , ἀλλ᾽ αὔτως ἄχθος ἀρούρης.
380
ἄλλος δ᾽ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
381
ἀλλ᾽ εἴ μοί τι πίθοιο , τό κεν πολὺ κέρδιον εἴη:
382
τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
383
ἐς Σικελοὺς πέμψωμεν , ὅθεν κέ τοι ἄξιον ἄλφοι.”
384
ὣς ἔφασαν μνηστῆρες : ὁ δ᾽ οὐκ ἐμπάζετο μύθων,
385
ἀλλ᾽ ἀκέων πατέρα προσεδέρκετο , δέγμενος αἰεί,
386
ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
387
ἡ δὲ κατ᾽ ἄντηστιν θεμένη περικαλλέα δίφρον
388
κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια,
389
ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
390
δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
391
ἡδὺ τε καὶ μενοεικές , ἐπεὶ μάλα πόλλ᾽ ἱέρευσαν:
392
δόρπου δ᾽ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
393
οἷον δὴ τάχ᾽ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
394
θησέμεναι : πρότεροι γὰρ ἀεικέα μηχανόωντο.