Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νῦν δ᾽ αἱ μὲν γίγνονται ἀθέσφατοι , οὐδέ κεν ἄλλως
ἀνδρί γ᾽ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων:
τὰς δ᾽ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
ἔδμεναι : οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
215
οὐδ᾽ ὄπιδα τρομέουσι θεῶν : μεμάασι γὰρ ἤδη
κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
πόλλ᾽ ἐπιδινεῖται : μάλα μὲν κακὸν υἷος ἐόντος
ἄλλων δῆμον ἱκέσθαι ἰόντ᾽ αὐτῇσι βόεσσιν,
220
ἄνδρας ἐς ἀλλοδαπούς : τὸ δὲ ῥίγιον , αὖθι μένοντα
βουσὶν ἐπ᾽ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
ἐξικόμην φεύγων , ἐπεὶ οὐκέτ᾽ ἀνεκτὰ πέλονται:
ἀλλ᾽ ἔτι τὸν δύστηνον ὀΐομαι , εἴ ποθεν ἐλθὼν
225
ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
βουκόλ᾽ , ἐπεὶ οὔτε κακῷ οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας,
γιγνώσκω δὲ καὶ αὐτὸς τοι πινυτὴ φρένας ἵκει,
τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:
230
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω,
σέθεν ἐνθάδ᾽ ἐόντος ἐλεύσεται οἴκαδ᾽ Ὀδυσσεύς:
σοῖσιν δ᾽ ὀφθαλμοῖσιν ἐπόψεαι , αἴ κ᾽ ἐθέλῃσθα,
κτεινομένους μνηστῆρας , οἳ ἐνθάδε κοιρανέουσιν.”
235
τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ:
αἲ γὰρ τοῦτο , ξεῖνε , ἔπος τελέσειε Κρονίων:
γνοίης χ᾽ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.”
ὣς δ᾽ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
240
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,