Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἄρτεμι , πότνα θεά , θύγατερ Διός , αἴθε μοι ἤδη
ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ᾽ ἐκ θυμὸν ἕλοιο
αὐτίκα νῦν , ἔπειτα μ᾽ ἀναρπάξασα θύελλα
οἴχοιτο προφέρουσα κατ᾽ ἠερόεντα κέλευθα,
65
ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
ὡς δ᾽ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι:
τῇσι τοκῆας μὲν φθῖσαν θεοί , αἱ δ᾽ ἐλίποντο
ὀρφαναὶ ἐν μεγάροισι , κόμισσε δὲ δῖ᾽ Ἀφροδίτη
τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ:
70
Ἥρη δ᾽ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
εἶδος καὶ πινυτήν , μῆκος δ᾽ ἔπορ᾽ Ἄρτεμις ἁγνή,
ἔργα δ᾽ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
εὖτ᾽ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο
75
ἐς Δία τερπικέραυνον , γάρ τ᾽ εὖ οἶδεν ἅπαντα,
μοῖράν τ᾽ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων
τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
καί ῥ᾽ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν:
ὣς ἔμ᾽ ἀϊστώσειαν Ὀλύμπια δώματ᾽ ἔχοντες,
80
ἠέ μ᾽ ἐϋπλόκαμος βάλοι Ἄρτεμις , ὄφρ᾽ Ὀδυσῆα
ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν , ὁππότε κέν τις
ἤματα μὲν κλαίῃ , πυκινῶς ἀκαχήμενος ἦτορ,
85
νύκτας δ᾽ ὕπνος ἔχῃσιν γάρ τ᾽ ἐπέλησεν ἁπάντων,
ἐσθλῶν ἠδὲ κακῶν , ἐπεὶ ἄρ βλέφαρ᾽ ἀμφικαλύψῃ
αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ᾽ ἐπέσσευεν κακὰ δαίμων.
τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ : αὐτὰρ ἐμὸν κῆρ
90
χαῖρ᾽ , ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι , ἀλλ᾽ ὕπαρ ἤδη.”