Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Εὐρύμαχ᾽ , οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
ἀνδρὸς ἀριστῆος : τί δ᾽ ἐλέγχεα ταῦτα τίθεσθε;
οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ᾽ εὐπηγής,
335
πατρὸς δ᾽ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
ἀλλ᾽ ἄγε οἱ δότε τόξον ἐΰξοον , ὄφρα ἴδωμεν.
ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
εἴ κέ μιν ἐντανύσῃ , δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά,
340
δώσω δ᾽ ὀξὺν ἄκοντα , κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
καὶ ξίφος ἄμφηκες : δώσω δ᾽ ὑπὸ ποσσὶ πέδιλα,
πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει.”
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
μῆτερ ἐμή , τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
345
κρείσσων , κ᾽ ἐθέλω , δόμεναί τε καὶ ἀρνήσασθαι,
οὔθ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
οὔθ᾽ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο:
τῶν οὔ τίς μ᾽ ἀέκοντα βιήσεται , αἴ κ᾽ ἐθέλωμι
καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
350
ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽ ἠλακάτην τε , καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι : τόξον δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι , μάλιστα δ᾽ ἐμοί : τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκῳ.”
μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει:
355
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
ἐς δ᾽ ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα , φίλον πόσιν , ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
αὐτὰρ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός:
360
μνηστῆρες δ᾽ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν: