Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
πῆ δὴ καμπύλα τόξα φέρεις , ἀμέγαρτε συβῶτα,
πλαγκτέ ; τάχ᾽ αὖ σ᾽ ἐφ᾽ ὕεσσι κύνες ταχέες κατέδονται
οἶον ἀπ᾽ ἀνθρώπων , οὓς ἔτρεφες , εἴ κεν Ἀπόλλων
365
ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.”
ὣς φάσαν , αὐτὰρ , θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
δείσας , οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
Τηλέμαχος δ᾽ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει:
ἄττα , πρόσω φέρε τόξα : τάχ᾽ οὐκ εὖ πᾶσι πιθήσεις
370
μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
βάλλων χερμαδίοισι : βίηφι δὲ φέρτερός εἰμι.
αἲ γὰρ πάντων τόσσον , ὅσοι κατὰ δώματ᾽ ἔασι,
μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην:
τῷ κε τάχα στυγερῶς τιν᾽ ἐγὼ πέμψαιμι νέεσθαι
375
ἡμετέρου ἐξ οἴκου , ἐπεὶ κακὰ μηχανόωνται.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν
μνηστῆρες , καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
Τηλεμάχῳ : τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
ἐν χείρεσσ᾽ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
380
ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν:
Τηλέμαχος κέλεταί σε , περίφρων Εὐρύκλεια,
κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
ἢν δέ τις στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι , μή τι θύραζε
385
προβλώσκειν , ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.”
ὣς ἄρ᾽ ἐφώνησεν , τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος,
κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
σιγῇ δ᾽ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
κλήϊσεν δ᾽ ἄρ᾽ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
390
κεῖτο δ᾽ ὑπ᾽ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης