Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
2
ἆλτο δ᾽ ἐπὶ μέγαν οὐδόν , ἔχων βιὸν ἠδὲ φαρέτρην
3
ἰῶν ἐμπλείην , ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς
4
αὐτοῦ πρόσθε ποδῶν , μετὰ δὲ μνηστῆρσιν ἔειπεν:
5
“οὗτος
μὲν
δὴ
ἄεθλος
ἀάατος
ἐκτετέλεσται:
6
νῦν αὖτε σκοπὸν ἄλλον , ὃν οὔ πώ τις βάλεν ἀνήρ,
7
εἴσομαι , αἴ κε τύχωμι , πόρῃ δέ μοι εὖχος Ἀπόλλων.”
8
ἦ καὶ ἐπ᾽ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
9
ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
10
χρύσεον ἄμφωτον , καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
11
ὄφρα πίοι οἴνοιο : φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
12
μέμβλετο : τίς κ᾽ οἴοιτο μετ᾽ ἀνδράσι δαιτυμόνεσσι
13
μοῦνον ἐνὶ πλεόνεσσι , καὶ εἰ μάλα καρτερὸς εἴη,
14
οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
15
τὸν δ᾽ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
16
ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή.
17
ἐκλίνθη δ᾽ ἑτέρωσε , δέπας δέ οἱ ἔκπεσε χειρὸς
18
βλημένου , αὐτίκα δ᾽ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
19
αἵματος ἀνδρομέοιο : θοῶς δ᾽ ἀπὸ εἷο τράπεζαν
20
ὦσε ποδὶ πλήξας , ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε:
21
σῖτός τε κρέα τ᾽ ὀπτὰ φορύνετο . τοὶ δ᾽ ὁμάδησαν
22
μνηστῆρες κατὰ δώμαθ᾽ , ὅπως ἴδον ἄνδρα πεσόντα,
23
ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
24
πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους:
25
οὐδέ πη ἀσπὶς ἔην οὐδ᾽ ἄλκιμον ἔγχος ἑλέσθαι.
26
νείκειον δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι:
27
“ξεῖνε , κακῶς ἀνδρῶν τοξάζεαι : οὐκέτ᾽ ἀέθλων
28
ἄλλων ἀντιάσεις : νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
29
καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ᾽ ἄριστος
30
κούρων εἰν Ἰθάκῃ : τῷ σ᾽ ἐνθάδε γῦπες ἔδονται.”
31
ἴσκεν ἕκαστος ἀνήρ , ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
32
ἄνδρα κατακτεῖναι : τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
33
ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπτο.
34
τοὺς δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
35
“ὦ κύνες , οὔ μ᾽ ἔτ᾽ ἐφάσκεθ᾽ ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι
36
δήμου ἄπο Τρώων , ὅτι μοι κατεκείρετε οἶκον,
37
δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
38
αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
39
οὔτε θεοὺς δείσαντες , οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
40
οὔτε τιν᾽ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι:
41
νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.”
42
ὣς φάτο , τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν:
43
πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
44
Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν:
45
“εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
46
ταῦτα μὲν αἴσιμα εἶπας , ὅσα ῥέζεσκον Ἀχαιοί,
47
πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα , πολλὰ δ᾽ ἐπ᾽ ἀγροῦ.
48
ἀλλ᾽ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
49
Ἀντίνοος : οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
50
οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
51
ἀλλ᾽ ἄλλα φρονέων , τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
52
ὄφρ᾽ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
53
αὐτός , ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
54
νῦν δ᾽ ὁ μὲν ἐν μοίρῃ πέφαται , σὺ δὲ φείδεο λαῶν
55
σῶν : ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
56
ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
57
τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
58
χαλκόν τε χρυσόν τ᾽ ἀποδώσομεν , εἰς ὅ κε σὸν κῆρ
59
ἰανθῇ : πρὶν δ᾽ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.”
60
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
61
“Εὐρύμαχ᾽ , οὐδ᾽
εἴ
μοι
πατρώϊα
πάντ᾽
ἀποδοῖτε,
62
ὅσσα τε νῦν ὔμμ᾽ ἐστὶ καὶ εἴ ποθεν ἄλλ᾽ ἐπιθεῖτε,
63
οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
64
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
65
νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι
66
ἢ φεύγειν , ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ:
67
ἀλλά τιν᾽ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.”
68
ὣς φάτο , τῶν δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
69
τοῖσιν δ᾽ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις:
70
“ὦ φίλοι , οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
71
ἀλλ᾽ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
72
οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται , εἰς ὅ κε πάντας
73
ἄμμε κατακτείνῃ : ἀλλὰ μνησώμεθα χάρμης.
74
φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
75
ἰῶν ὠκυμόρων : ἐπὶ δ᾽ αὐτῷ πάντες ἔχωμεν
76
ἀθρόοι , εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,
77
ἔλθωμεν δ᾽ ἀνὰ ἄστυ , βοὴ δ᾽ ὤκιστα γένοιτο:
78
τῷ κε τάχ᾽ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.”
79
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ
80
χάλκεον , ἀμφοτέρωθεν ἀκαχμένον , ἆλτο δ᾽ ἐπ᾽ αὐτῷ
81
σμερδαλέα ἰάχων : ὁ δ᾽ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
82
ἰὸν ἀποπροίει , βάλε δὲ στῆθος παρὰ μαζόν,
83
ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος : ἐκ δ᾽ ἄρα χειρὸς
84
φάσγανον ἧκε χαμᾶζε , περιρρηδὴς δὲ τραπέζῃ
85
κάππεσεν ἰδνωθείς , ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε
86
καὶ δέπας ἀμφικύπελλον : ὁ δὲ χθόνα τύπτε μετώπῳ
87
θυμῷ ἀνιάζων , ποσὶ δὲ θρόνον ἀμφοτέροισι
88
λακτίζων ἐτίνασσε : κατ᾽ ὀφθαλμῶν δ᾽ ἔχυτ᾽ ἀχλύς.
89
Ἀμφίνομος δ᾽ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
90
ἀντίος ἀΐξας , εἴρυτο δὲ φάσγανον ὀξύ,
91
εἴ πώς οἱ εἴξειε θυράων . ἀλλ᾽ ἄρα μιν φθῆ
92
Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
93
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσεν:
94
δούπησεν δὲ πεσών , χθόνα δ᾽ ἤλασε παντὶ μετώπῳ.
95
Τηλέμαχος δ᾽ ἀπόρουσε , λιπὼν δολιχόσκιον ἔγχος
96
αὐτοῦ ἐν Ἀμφινόμῳ : περὶ γὰρ δίε μή τις Ἀχαιῶν
97
ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
98
φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
99
βῆ δὲ θέειν , μάλα δ᾽ ὦκα φίλον πατέρ᾽ εἰσαφίκανεν,
100
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
101
“ὦ πάτερ , ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
102
καὶ κυνέην πάγχαλκον , ἐπὶ κροτάφοις ἀραρυῖαν
103
αὐτός τ᾽ ἀμφιβαλεῦμαι ἰών , δώσω δὲ συβώτῃ
104
καὶ τῷ βουκόλῳ ἄλλα : τετευχῆσθαι γὰρ ἄμεινον.”
105
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
106
“οἶσε
θέων , ἧός
μοι
ἀμύνεσθαι
πάρ᾽
ὀϊστοί,
107
μή μ᾽ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.”
108
ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
109
βῆ δ᾽ ἴμεναι θάλαμόνδ᾽ , ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
110
ἔνθεν τέσσαρα μὲν σάκε᾽ ἔξελε , δούρατα δ᾽ ὀκτὼ
111
καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας:
112
βῆ δὲ φέρων , μάλα δ᾽ ὦκα φίλον πατέρ᾽ εἰσαφίκανεν,
113
αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν:
114
ὣς δ᾽ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
115
ἔσταν δ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
116
αὐτὰρ ὅ γ᾽ , ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
117
τόφρα μνηστήρων ἕνα γ᾽ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
118
βάλλε τιτυσκόμενος : τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.
119
αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
120
τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο
121
ἔκλιν᾽ ἑστάμεναι , πρὸς ἐνώπια παμφανόωντα,
122
αὐτὸς δ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
123
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
124
ἵππουριν , δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:
125
εἵλετο δ᾽ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
126
ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
127
ἀκρότατον δὲ παρ᾽ οὐδὸν ἐϋσταθέος μεγάροιο
128
ἦν ὁδὸς ἐς λαύρην , σανίδες δ᾽ ἔχον εὖ ἀραρυῖαι.
129
τὴν δ᾽ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
130
ἑσταότ᾽ ἄγχ᾽ αὐτῆς : μία δ᾽ οἴη γίγνετ᾽ ἐφορμή.
131
τοῖς δ᾽ Ἀγέλεως μετέειπεν , ἔπος πάντεσσι πιφαύσκων:
132
“ὦ φίλοι , οὐκ ἂν δή τις ἀν᾽ ὀρσοθύρην ἀναβαίη
133
καὶ εἴποι λαοῖσι , βοὴ δ᾽ ὤκιστα γένοιτο;
134
τῷ κε τάχ᾽ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.”
135
τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος , αἰπόλος αἰγῶν:
136
“οὔ
πως
ἔστ᾽ , Ἀγέλαε
διοτρεφές : ἄγχι
γὰρ
αἰνῶς
137
αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης:
138
καί χ᾽ εἷς πάντας ἐρύκοι ἀνήρ , ὅς τ᾽ ἄλκιμος εἴη.
139
ἀλλ᾽ ἄγεθ᾽ , ὑμῖν τεύχε᾽ ἐνείκω θωρηχθῆναι
140
ἐκ θαλάμου : ἔνδον γάρ , ὀΐομαι , οὐδέ πη ἄλλῃ
141
τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.”
142
ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος , αἰπόλος αἰγῶν,
143
εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
144
ἔνθεν δώδεκα μὲν σάκε᾽ ἔξελε , τόσσα δὲ δοῦρα
145
καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας:
146
βῆ δ᾽ ἴμεναι , μάλα δ᾽ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
147
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
148
ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
149
μακρὰ τινάσσοντας : μέγα δ᾽ αὐτῷ φαίνετο ἔργον.
150
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα:
151
“Τηλέμαχ᾽ , ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
152
νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.”
153
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
154
“ὦ
πάτερ , αὐτὸς
ἐγὼ
τόδε
γ᾽
ἤμβροτον —οὐδέ
τις
ἄλλος
155
αἴτιοσ —ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
156
κάλλιπον ἀγκλίνας : τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
157
ἀλλ᾽ ἴθι , δῖ᾽ Εὔμαιε , θύρην ἐπίθες θαλάμοιο
158
καὶ φράσαι ἤ τις ἄρ᾽ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
159
ἢ υἱὸς Δολίοιο , Μελανθεύς , τόν περ ὀΐω.”
160
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
161
βῆ δ᾽ αὖτις θάλαμόνδε Μελάνθιος , αἰπόλος αἰγῶν,
162
οἴσων τεύχεα καλά . νόησε δὲ δῖος ὑφορβός,
163
αἶψα δ᾽ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα:
164
“διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
165
κεῖνος δ᾽ αὖτ᾽ ἀΐδηλος ἀνήρ , ὃν ὀϊόμεθ᾽ αὐτοί,
166
ἔρχεται ἐς θάλαμον : σὺ δέ μοι νημερτὲς ἐνίσπες,
167
ἤ μιν ἀποκτείνω , αἴ κε κρείσσων γε γένωμαι,
168
ἦε σοὶ ἐνθάδ᾽ ἄγω , ἵν᾽ ὑπερβασίας ἀποτίσῃ
169
πολλάς , ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.”
170
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
171
“ἦ
τοι
ἐγὼ
καὶ
Τηλέμαχος
μνηστῆρας
ἀγαυοὺς
172
σχήσομεν ἔντοσθεν μεγάρων , μάλα περ μεμαῶτας.
173
σφῶϊ δ᾽ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
174
ἐς θάλαμον βαλέειν , σανίδας δ᾽ ἐκδῆσαι ὄπισθε,
175
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
176
κίον᾽ ἀν᾽ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
177
ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ᾽ ἄλγεα πάσχῃ:”
178
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
179
βὰν δ᾽ ἴμεν ἐς θάλαμον , λαθέτην δέ μιν ἔνδον ἐόντα.
180
ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε᾽ ἐρεύνα,
181
τὼ δ᾽ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
182
εὖθ᾽ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος , αἰπόλος αἰγῶν,
183
τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
184
τῇ δ᾽ ἑτέρῃ σάκος εὐρὺ γέρον , πεπαλαγμένον ἄζῃ,
185
Λαέρτεω ἥρωος , ὃ κουρίζων φορέεσκε:
186
δὴ τότε γ᾽ ἤδη κεῖτο , ῥαφαὶ δὲ λέλυντο ἱμάντων:
187
τὼ δ᾽ ἄρ᾽ ἐπαΐξανθ᾽ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
188
κουρίξ , ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
189
σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
190
εὖ μάλ᾽ ἀποστρέψαντε διαμπερές , ὡς ἐκέλευσεν
191
υἱὸς Λαέρταο , πολύτλας δῖος Ὀδυσσεύς:
192
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
193
κίον᾽ ἀν᾽ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
194
τὸν δ᾽ ἐπικερτομέων προσέφης , Εὔμαιε συβῶτα:
195
“νῦν μὲν δὴ μάλα πάγχυ , Μελάνθιε , νύκτα φυλάξεις,
196
εὐνῇ ἔνι μαλακῇ καταλέγμενος , ὥς σε ἔοικεν:
197
οὐδέ σέ γ᾽ ἠριγένεια παρ᾽ Ὠκεανοῖο ῥοάων
198
λήσει ἐπερχομένη χρυσόθρονος , ἡνίκ᾽ ἀγινεῖς
199
αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.”
200
ὣς ὁ μὲν αὖθι λέλειπτο , ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ:
201
τὼ δ᾽ ἐς τεύχεα δύντε , θύρην ἐπιθέντε φαεινήν,
202
βήτην εἰς Ὀδυσῆα δαΐφρονα , ποικιλομήτην.
203
ἔνθα μένος πνείοντες ἐφέστασαν , οἱ μὲν ἐπ᾽ οὐδοῦ
204
τέσσαρες , οἱ δ᾽ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
205
τοῖσι δ᾽ ἐπ᾽ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
206
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
207
τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε:
208
“Μέντορ , ἄμυνον ἀρήν , μνῆσαι δ᾽ ἑτάροιο φίλοιο,
209
ὅς σ᾽ ἀγαθὰ ῥέζεσκον : ὁμηλικίην δέ μοί ἐσσι.”
210
ὣς φάτ᾽ , ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
211
μνηστῆρες δ᾽ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι:
212
πρῶτος τήν γ᾽ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος:
213
“Μέντορ , μή σ᾽ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
214
μνηστήρεσσι μάχεσθαι , ἀμυνέμεναι δέ οἱ αὐτῷ.
215
ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω:
216
ὁππότε κεν τούτους κτέωμεν , πατέρ᾽ ἠδὲ καὶ υἱόν,
217
ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι , οἷα μενοινᾷς
218
ἔρδειν ἐν μεγάροις : σῷ δ᾽ αὐτοῦ κράατι τίσεις.
219
αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
220
κτήμαθ᾽ ὁπόσσα τοί ἐστι , τά τ᾽ ἔνδοθι καὶ τὰ θύρηφι,
221
τοῖσιν Ὀδυσσῆος μεταμίξομεν : οὐδέ τοι υἷας
222
ζώειν ἐν μεγάροισιν ἐάσομεν , οὐδέ θύγατρας
223
οὐδ᾽ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.”
224
ὣς φάτ᾽ , Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
225
νείκεσσεν δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν:
226
“οὐκέτι σοί γ᾽ , Ὀδυσεῦ , μένος ἔμπεδον οὐδέ τις ἀλκή
227
οἵη ὅτ᾽ ἀμφ᾽ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
228
εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
229
πολλοὺς δ᾽ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
230
σῇ δ᾽ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
231
πῶς δὴ νῦν , ὅτε σόν τε δόμον καὶ κτήμαθ᾽ ἱκάνεις,
232
ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
233
ἀλλ᾽ ἄγε δεῦρο , πέπον , παρ᾽ ἔμ᾽ ἵστασο καὶ ἴδε ἔργον,
234
ὄφρ᾽ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
235
Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.”
236
ἦ ῥα , καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
237
ἀλλ᾽ ἔτ᾽ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
238
ἠμὲν Ὀδυσσῆος ἠδ᾽ υἱοῦ κυδαλίμοιο.
239
αὐτὴ δ᾽ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
240
ἕζετ᾽ ἀναΐξασα , χελιδόνι εἰκέλη ἄντην.
241
μνηστῆρας δ᾽ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
242
Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
243
Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων:
244
οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ᾽ ἄριστοι,
245
ὅσσοι ἔτ᾽ ἔζωον περί τε ψυχέων ἐμάχοντο:
246
τοὺς δ᾽ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
247
τοῖς δ᾽ Ἀγέλεως μετέειπεν , ἔπος πάντεσσι πιφαύσκων:
248
“ὦ φίλοι , ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους:
249
καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
250
οἱ δ᾽ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
251
τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
252
ἀλλ᾽ ἄγεθ᾽ οἱ ἓξ πρῶτον ἀκοντίσατ᾽ , αἴ κέ ποθι Ζεὺς
253
δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
254
τῶν δ᾽ ἄλλων οὐ κῆδος , ἐπὴν οὗτός γε πέσῃσιν.”
255
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
256
ἱέμενοι : τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
257
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
258
βεβλήκει , ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν:
259
ἄλλου δ᾽ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
260
αὐτὰρ ἐπεὶ δὴ δούρατ᾽ ἀλεύαντο μνηστήρων,
261
τοῖς δ᾽ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς:
262
“ὦ φίλοι , ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
263
μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι , οἳ μεμάασιν
264
ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.”
265
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
266
ἄντα τιτυσκόμενοι : Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
267
Εὐρυάδην δ᾽ ἄρα Τηλέμαχος , Ἔλατον δὲ συβώτης,
268
Πείσανδρον δ᾽ ἄρ᾽ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
269
οἱ μὲν ἔπειθ᾽ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
270
μνηστῆρες δ᾽ ἀνεχώρησαν μεγάροιο μυχόνδε:
271
τοὶ δ᾽ ἄρ᾽ ἐπήϊξαν , νεκύων δ᾽ ἐξ ἔγχε᾽ ἕλοντο.
272
αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
273
ἱέμενοι : τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
274
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
275
βεβλήκειν , ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν:
276
ἄλλου δ᾽ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
277
Ἀμφιμέδων δ᾽ ἄρα Τηλέμαχον βάλε χεῖρ᾽ ἐπὶ καρπῷ
278
λίγδην , ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
279
Κτήσιππος δ᾽ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
280
ὦμον ἐπέγραψεν : τὸ δ᾽ ὑπέρπτατο , πῖπτε δ᾽ ἔραζε.
281
τοὶ δ᾽ αὖτ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
282
μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
283
ἔνθ᾽ αὖτ᾽ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
284
Ἀμφιμέδοντα δὲ Τηλέμαχος , Πόλυβον δὲ συβώτης:
285
Κτήσιππον δ᾽ ἄρ᾽ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
286
βεβλήκει πρὸς στῆθος , ἐπευχόμενος δὲ προσηύδα:
287
“ὦ Πολυθερσεΐδη φιλοκέρτομε , μή ποτε πάμπαν
288
εἴκων ἀφραδίῃς μέγα εἰπεῖν , ἀλλὰ θεοῖσιν
289
μῦθον ἐπιτρέψαι , ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
290
τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον , ὅν ποτ᾽ ἔδωκας
291
ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ᾽ ἀλητεύοντι.”
292
ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος : αὐτὰρ Ὀδυσσεὺς
293
οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
294
Τηλέμαχος δ᾽ Εὐηνορίδην Λειώκριτον οὖτα
295
δουρὶ μέσον κενεῶνα , διαπρὸ δὲ χαλκὸν ἔλασσεν:
296
ἤριπε δὲ πρηνής , χθόνα δ᾽ ἤλασε παντὶ μετώπῳ.
297
δὴ τότ᾽ Ἀθηναίη φθισίμβροτον αἰγίδ᾽ ἀνέσχεν
298
ὑψόθεν ἐξ ὀροφῆς : τῶν δὲ φρένες ἐπτοίηθεν.
299
οἱ δ᾽ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι:
300
τὰς μέν τ᾽ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
301
ὥρῃ ἐν εἰαρινῇ , ὅτε τ᾽ ἤματα μακρὰ πέλονται.
302
οἱ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
303
ἐξ ὀρέων ἐλθόντες ἐπ᾽ ὀρνίθεσσι θόρωσι:
304
ταὶ μέν τ᾽ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
305
οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι , οὐδέ τις ἀλκὴ
306
γίγνεται οὐδὲ φυγή : χαίρουσι δέ τ᾽ ἀνέρες ἄγρῃ:
307
ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
308
τύπτον ἐπιστροφάδην : τῶν δὲ στόνος ὤρνυτ᾽ ἀεικὴς
309
κράτων τυπτομένων , δάπεδον δ᾽ ἅπαν αἵματι θῦε.
310
λειώδης δ᾽ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
311
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
312
“γουνοῦμαί σ᾽ , Ὀδυσεῦ : σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον:
313
οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
314
εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον : ἀλλὰ καὶ ἄλλους
315
παύεσκον μνηστῆρας , ὅτις τοιαῦτά γε ῥέζοι.
316
ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι:
317
τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
318
αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
319
κείσομαι , ὡς οὐκ ἔστι χάρις μετόπισθ᾽ εὐεργέων:”
320
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
321
“εἰ
μὲν
δὴ
μετὰ
τοῖσι
θυοσκόος
εὔχεαι
εἶναι,
322
πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
323
τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
324
σοὶ δ᾽ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι:
325
τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.”
326
ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
327
κείμενον , ὅ ῥ᾽ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
328
κτεινόμενος : τῷ τόν γε κατ᾽ αὐχένα μέσσον ἔλασσε.
329
φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
330
Τερπιάδης δ᾽ ἔτ᾽ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
331
Φήμιος , ὅς ῥ᾽ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
332
ἔστη δ᾽ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
333
ἄγχι παρ᾽ ὀρσοθύρην : δίχα δὲ φρεσὶ μερμήριζεν,
334
ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
335
ἑρκείου ἵζοιτο τετυγμένον , ἔνθ᾽ ἄρα πολλὰ
336
Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρί᾽ ἔκηαν,
337
ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
338
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
339
γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
340
ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
341
μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
342
αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
343
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
344
“γουνοῦμαί σ᾽ , Ὀδυσεῦ : σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον:
345
αὐτῷ τοι μετόπισθ᾽ ἄχος ἔσσεται , εἴ κεν ἀοιδὸν
346
πέφνῃς , ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
347
αὐτοδίδακτος δ᾽ εἰμί , θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
348
παντοίας ἐνέφυσεν : ἔοικα δέ τοι παραείδειν
349
ὥς τε θεῷ : τῷ με λιλαίεο δειροτομῆσαι.
350
καί κεν Τηλέμαχος τάδε γ᾽ εἴποι , σὸς φίλος υἱός,
351
ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
352
πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
353
ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.”
354
ὣς φάτο , τοῦ δ᾽ ἤκουσ᾽ ἱερὴ ἲς Τηλεμάχοιο,
355
αἶψα δ᾽ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα:
356
“ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ:
357
καὶ κήρυκα Μέδοντα σαώσομεν , ὅς τέ μευ αἰεὶ
358
οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
359
εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
360
ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.”
361
ὣς φάτο , τοῦ δ᾽ ἤκουσε Μέδων πεπνυμένα εἰδώς:
362
πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον , ἀμφὶ δὲ δέρμα
363
ἕστο βοὸς νεόδαρτον , ἀλύσκων κῆρα μέλαιναν.
364
αἶψα δ᾽ ἀπὸ θρόνου ὦρτο , θοῶς δ᾽ ἀπέδυνε βοείην
365
Τηλέμαχον δ᾽ ἄρ᾽ ἔπειτα προσαΐξας λάβε γούνων,
366
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
367
“ὦ φίλ᾽ , ἐγὼ μὲν ὅδ᾽ εἰμί , σὺ δ᾽ ἴσχεο εἰπὲ δὲ πατρὶ
368
μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
369
ἀνδρῶν μνηστήρων κεχολωμένος , οἵ οἱ ἔκειρον
370
κτήματ᾽ ἐνὶ μεγάροις , σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.”
371
τὸν δ᾽ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς:
372
“θάρσει , ἐπεὶ
δή
σ᾽
οὗτος
ἐρύσσατο
καὶ
ἐσάωσεν,
373
ὄφρα γνῷς κατὰ θυμόν , ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
374
ὡς κακοεργίης εὐεργεσίη μέγ᾽ ἀμείνων.
375
ἀλλ᾽ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
376
ἐκ φόνου εἰς αὐλήν , σύ τε καὶ πολύφημος ἀοιδός,
377
ὄφρ᾽ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.”
378
ὣς φάτο , τὼ δ᾽ ἔξω βήτην μεγάροιο κιόντε,
379
ἑζέσθην δ᾽ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
380
πάντοσε παπταίνοντε , φόνον ποτιδεγμένω αἰεί.
381
πάπτηνεν δ᾽ Ὀδυσεὺς καθ᾽ ἑὸν δόμον , εἴ τις ἔτ᾽ ἀνδρῶν
382
ζωὸς ὑποκλοπέοιτο , ἀλύσκων κῆρα μέλαιναν.
383
τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
384
πεπτεῶτας πολλούς , ὥστ᾽ ἰχθύας , οὕς θ᾽ ἁλιῆες
385
κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
386
δικτύῳ ἐξέρυσαν πολυωπῷ : οἱ δέ τε πάντες
387
κύμαθ᾽ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται:
388
τῶν μέν τ᾽ Ἠέλιος φαέθων ἐξείλετο θυμόν:
389
ὣς τότ᾽ ἄρα μνηστῆρες ἐπ᾽ ἀλλήλοισι κέχυντο.
390
δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς:
391
“Τηλέμαχ᾽ , εἰ δ᾽ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
392
ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.”
393
ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
394
κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν:
395
“δεῦρο δὴ ὄρσο , γρηῢ παλαιγενές , ἥ τε γυναικῶν
396
δμῳάων σκοπός ἐσσι κατὰ μέγαρ᾽ ἡμετεράων:
397
ἔρχεο : κικλήσκει σε πατὴρ ἐμός , ὄφρα τι εἴπῃ.”
398
ὣς ἄρ᾽ ἐφώνησεν , τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος,
399
ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
400
βῆ δ᾽ ἴμεν : αὐτὰρ Τηλέμαχος πρόσθ᾽ ἡγεμόνευεν.
401
εὗρεν ἔπειτ᾽ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
402
αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
403
ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο:
404
πᾶν δ᾽ ἄρα οἱ στῆθός τε παρήϊά τ᾽ ἀμφοτέρωθεν
405
αἱματόεντα πέλει , δεινὸς δ᾽ εἰς ὦπα ἰδέσθαι:
406
ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
407
ἡ δ᾽ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
408
ἴθυσέν ῥ᾽ ὀλολύξαι , ἐπεὶ μέγα εἴσιδεν ἔργον:
409
ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
410
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
411
“ἐν θυμῷ , γρηῦ , χαῖρε καὶ ἴσχεο μηδ᾽ ὀλόλυζε:
412
οὐχ ὁσίη κταμένοισιν ἐπ᾽ ἀνδράσιν εὐχετάασθαι.
413
τούσδε δὲ μοῖρ᾽ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα:
414
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
415
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν , ὅτις σφέας εἰσαφίκοιτο:
416
τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
417
ἀλλ᾽ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
418
αἵ τέ μ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.”
419
τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
420
“τοιγὰρ
ἐγώ
τοι , τέκνον , ἀληθείην
καταλέξω.
421
πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
422
δμῳαί , τὰς μέν τ᾽ ἔργα διδάξαμεν ἐργάζεσθαι,
423
εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι:
424
τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
425
οὔτ᾽ ἐμὲ τίουσαι οὔτ᾽ αὐτὴν Πηνελόπειαν.
426
Τηλέμαχος δὲ νέον μὲν ἀέξετο , οὐδέ ἑ μήτηρ
427
σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
428
ἀλλ᾽ ἄγ᾽ ἐγὼν ἀναβᾶσ᾽ ὑπερώϊα σιγαλόεντα
429
εἴπω σῇ ἀλόχῳ , τῇ τις θεὸς ὕπνον ἐπῶρσε.”
430
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
431
“μή
πω
τήνδ᾽
ἐπέγειρε : σὺ
δ᾽
ἐνθάδε
εἰπὲ
γυναιξὶν
432
ἐλθέμεν , αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.”
433
“ὣς ἄρ᾽ ἔφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
434
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
435
αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
436
εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα:
437
“ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας:
438
αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
439
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
440
αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
441
δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
442
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
443
θεινέμεναι ξίφεσιν τανυήκεσιν , εἰς ὅ κε πασέων
444
ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντ᾽ Ἀφροδίτης,
445
τὴν ἄρ᾽ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.”
446
“ὣς ἔφαθ᾽ , αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
447
αἴν᾽ ὀλοφυρόμεναι , θαλερὸν κατὰ δάκρυ χέουσαι.
448
πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
449
κὰδ δ᾽ ἄρ᾽ ὑπ᾽ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
450
ἀλλήλοισιν ἐρείδουσαι : σήμαινε δ᾽ Ὀδυσσεὺς
451
αὐτὸς ἐπισπέρχων : ταὶ δ᾽ ἐκφόρεον καὶ ἀνάγκῃ.
452
αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
453
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
454
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
455
λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
456
ξῦον : ταὶ δ᾽ ἐφόρεον δμῳαί , τίθεσαν δὲ θύραζε.
457
αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
458
δμῳὰς δ᾽ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
459
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
460
εἴλεον ἐν στείνει , ὅθεν οὔ πως ἦεν ἀλύξαι.
461
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ᾽ ἀγορεύειν:
462
“μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
463
τάων , αἳ δὴ ἐμῇ κεφαλῇ κατ᾽ ὀνείδεα χεῦαν
464
μητέρι θ᾽ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.”
465
ὣς ἄρ᾽ ἔφη , καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
466
κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
467
ὑψόσ᾽ ἐπεντανύσας , μή τις ποσὶν οὖδας ἵκοιτο.
468
ὡς δ᾽ ὅτ᾽ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
469
ἕρκει ἐνιπλήξωσι , τό θ᾽ ἑστήκῃ ἐνὶ θάμνῳ,
470
αὖλιν ἐσιέμεναι , στυγερὸς δ᾽ ὑπεδέξατο κοῖτος,
471
ὣς αἵ γ᾽ ἑξείης κεφαλὰς ἔχον , ἀμφὶ δὲ πάσαις
472
δειρῇσι βρόχοι ἦσαν , ὅπως οἴκτιστα θάνοιεν.
473
ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
474
ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν:
475
τοῦ δ᾽ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
476
τάμνον , μήδεά τ᾽ ἐξέρυσαν , κυσὶν ὠμὰ δάσασθαι,
477
χεῖράς τ᾽ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
478
οἱ μὲν ἔπειτ᾽ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
479
εἰς Ὀδυσῆα δόμονδε κίον , τετέλεστο δὲ ἔργον:
480
αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν:
481
“οἶσε
θέειον , γρηΰ , κακῶν
ἄκος , οἶσε
δέ
μοι
πῦρ,
482
ὄφρα θεειώσω μέγαρον : σὺ δὲ Πηνελόπειαν
483
ἐλθεῖν ἐνθάδ᾽ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί:
484
πάσας δ᾽ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.”
485
τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
486
“ναὶ
δὴ
ταῦτά
γε , τέκνον
ἐμόν , κατὰ
μοῖραν
ἔειπες.
487
ἀλλ᾽ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἐνείκω,
488
μηδ᾽ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
489
ἕσταθ᾽ ἐνὶ μεγάροισι : νεμεσσητὸν δέ κεν εἴη.”
490
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
491
“πῦρ
νῦν
μοι
πρώτιστον
ἐνὶ
μεγάροισι
γενέσθω.”
492
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
493
ἤνεικεν δ᾽ ἄρα πῦρ καὶ θήϊον : αὐτὰρ Ὀδυσσεὺς
494
εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
495
γρηῢς δ᾽ αὖτ᾽ ἀπέβη διὰ δώματα κάλ᾽ Ὀδυσῆος
496
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι:
497
αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
498
αἱ μὲν ἄρ᾽ ἀμφεχέοντο καὶ ἠσπάζοντ᾽ Ὀδυσῆα,
499
καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
500
χεῖράς τ᾽ αἰνύμεναι : τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
501
κλαυθμοῦ καὶ στοναχῆς , γίγνωσκε δ᾽ ἄρα φρεσὶ πάσας.