Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὼ δ᾽ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
εὖθ᾽ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος , αἰπόλος αἰγῶν,
τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
τῇ δ᾽ ἑτέρῃ σάκος εὐρὺ γέρον , πεπαλαγμένον ἄζῃ,
185
Λαέρτεω ἥρωος , κουρίζων φορέεσκε:
δὴ τότε γ᾽ ἤδη κεῖτο , ῥαφαὶ δὲ λέλυντο ἱμάντων:
τὼ δ᾽ ἄρ᾽ ἐπαΐξανθ᾽ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
κουρίξ , ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
190
εὖ μάλ᾽ ἀποστρέψαντε διαμπερές , ὡς ἐκέλευσεν
υἱὸς Λαέρταο , πολύτλας δῖος Ὀδυσσεύς:
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
κίον᾽ ἀν᾽ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
τὸν δ᾽ ἐπικερτομέων προσέφης , Εὔμαιε συβῶτα:
195
νῦν μὲν δὴ μάλα πάγχυ , Μελάνθιε , νύκτα φυλάξεις,
εὐνῇ ἔνι μαλακῇ καταλέγμενος , ὥς σε ἔοικεν:
οὐδέ σέ γ᾽ ἠριγένεια παρ᾽ Ὠκεανοῖο ῥοάων
λήσει ἐπερχομένη χρυσόθρονος , ἡνίκ᾽ ἀγινεῖς
αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.”
200
ὣς μὲν αὖθι λέλειπτο , ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ:
τὼ δ᾽ ἐς τεύχεα δύντε , θύρην ἐπιθέντε φαεινήν,
βήτην εἰς Ὀδυσῆα δαΐφρονα , ποικιλομήτην.
ἔνθα μένος πνείοντες ἐφέστασαν , οἱ μὲν ἐπ᾽ οὐδοῦ
τέσσαρες , οἱ δ᾽ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
205
τοῖσι δ᾽ ἐπ᾽ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε:
Μέντορ , ἄμυνον ἀρήν , μνῆσαι δ᾽ ἑτάροιο φίλοιο,
ὅς σ᾽ ἀγαθὰ ῥέζεσκον : ὁμηλικίην δέ μοί ἐσσι.”
210
ὣς φάτ᾽ , ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.