Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἴσκεν ἕκαστος ἀνήρ , ἐπεὶ φάσαν οὐκ ἐθέλοντα
ἄνδρα κατακτεῖναι : τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπτο.
τοὺς δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
35
κύνες , οὔ μ᾽ ἔτ᾽ ἐφάσκεθ᾽ ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι
δήμου ἄπο Τρώων , ὅτι μοι κατεκείρετε οἶκον,
δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
οὔτε θεοὺς δείσαντες , οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
40
οὔτε τιν᾽ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι:
νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.”
ὣς φάτο , τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν:
πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν:
45
εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
ταῦτα μὲν αἴσιμα εἶπας , ὅσα ῥέζεσκον Ἀχαιοί,
πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα , πολλὰ δ᾽ ἐπ᾽ ἀγροῦ.
ἀλλ᾽ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
Ἀντίνοος : οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
50
οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
ἀλλ᾽ ἄλλα φρονέων , τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
ὄφρ᾽ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
αὐτός , ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
νῦν δ᾽ μὲν ἐν μοίρῃ πέφαται , σὺ δὲ φείδεο λαῶν
55
σῶν : ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
χαλκόν τε χρυσόν τ᾽ ἀποδώσομεν , εἰς κε σὸν κῆρ
ἰανθῇ : πρὶν δ᾽ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.”
60
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς: