Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κούρων εἰν Ἰθάκῃ : τὰ δέ σε φράζεσθαι ἄνωγα.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
αὐτὸς ταῦτά γε λεῦσσε , πάτερ φίλε : σὴν γὰρ ἀρίστην
125
μῆτιν ἐπ᾽ ἀνθρώπους φάσ᾽ ἔμμεναι , οὐδέ κέ τίς τοι
ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
ἡμεῖς δ᾽ ἐμμεμαῶτες ἅμ᾽ ἑψόμεθ᾽ , οὐδέ τί φημι
ἀλκῆς δευήσεσθαι , ὅση δύναμίς γε πάρεστιν.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
130
τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
δμῳὰς δ᾽ ἐν μεγάροισιν ἀνώγετε εἵμαθ᾽ ἑλέσθαι:
αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
135
ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
ἀν᾽ ὁδὸν στείχων , οἳ περιναιετάουσι:
μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
ἀνδρῶν μνηστήρων , πρίν γ᾽ ἡμέας ἐλθέμεν ἔξω
ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον : ἔνθα δ᾽ ἔπειτα
140
φρασσόμεθ᾽ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο
πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
ὅπλισθεν δὲ γυναῖκες : δ᾽ εἵλετο θεῖος ἀοιδὸς
φόρμιγγα γλαφυρήν , ἐν δέ σφισιν ἵμερον ὦρσε
145
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων:
μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν:
150
σχετλίη , οὐδ᾽ ἔτλη πόσιος οὗ κουριδίοιο
εἴρυσθαι μέγα δῶμα διαμπερές , ἧος ἵκοιτο.”