Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἄρα τις εἴπεσκε , τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ἐνὶ οἴκῳ
Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
155
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα:
αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
μείζονά τ᾽ εἰσιδέειν καὶ πάσσονα : κὰδ δὲ κάρητος
οὔλας ἧκε κόμας , ὑακινθίνῳ ἄνθει ὁμοίας.
ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
160
ἴδρις , ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
τέχνην παντοίην , χαρίεντα δὲ ἔργα τελείει:
ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
ἐκ δ᾽ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος:
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
165
ἀντίον ἧς ἀλόχου , καί μιν πρὸς μῦθον ἔειπε:
δαιμονίη , περί σοί γε γυναικῶν θηλυτεράων
κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ᾽ ἔχοντες:
οὐ μέν κ᾽ ἄλλη γ᾽ ὧδε γυνὴ τετληότι θυμῷ
ἀνδρὸς ἀφεσταίη , ὅς οἱ κακὰ πολλὰ μογήσας
170
ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
ἀλλ᾽ ἄγε μοι , μαῖα , στόρεσον λέχος , ὄφρα καὶ αὐτὸς
λέξομαι : γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
δαιμόνι᾽ , οὔτ᾽ ἄρ τι μεγαλίζομαι οὔτ᾽ ἀθερίζω
175
οὔτε λίην ἄγαμαι , μάλα δ᾽ εὖ οἶδ᾽ οἷος ἔησθα
ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
ἀλλ᾽ ἄγε οἱ στόρεσον πυκινὸν λέχος , Εὐρύκλεια,
ἐκτὸς ἐϋσταθέος θαλάμου , τόν ῥ᾽ αὐτὸς ἐποίει:
ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ᾽ εὐνήν,
180
κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.”
ὣς ἄρ᾽ ἔφη πόσιος πειρωμένη : αὐτὰρ Ὀδυσσεὺς