Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
ταμνομένους κρέα πολλὰ κερῶντάς τ᾽ αἴθοπα οἶνον.
365
τόφρα δὲ Λαέρτην μεγαλήτορα ἐνὶ οἴκῳ
ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
ἀμφὶ δ᾽ ἄρα χλαῖναν καλὴν βάλεν : αὐτὰρ Ἀθήνη
ἄγχι παρισταμένη μέλε᾽ ἤλδανε ποιμένι λαῶν,
μείζονα δ᾽ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
370
ἐκ δ᾽ ἀσαμίνθου βῆ : θαύμαζε δέ μιν φίλος υἱός,
ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
πάτερ , μάλα τίς σε θεῶν αἰειγενετάων
εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.”
375
τὸν δ᾽ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα:
αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
οἷος Νήρικον εἷλον , ἐϋκτίμενον πτολίεθρον,
ἀκτὴν ἠπείροιο , Κεφαλλήνεσσιν ἀνάσσων,
τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
380
τεύχε᾽ ἔχων ὤμοισιν , ἐφεστάμεναι καὶ ἀμύνειν
ἄνδρας μνηστῆρας : τῷ κε σφέων γούνατ᾽ ἔλυσα
πολλῶν ἐν μεγάροισι , σὺ δὲ φρένας ἔνδον ἐγήθεις.”
ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
385
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε:
ἔνθ᾽ οἱ μὲν δείπνῳ ἐπεχείρεον , ἀγχίμολον δὲ
ἦλθ᾽ γέρων Δολίος , σὺν δ᾽ υἱεῖς τοῖο γέροντος,
ἐξ ἔργων μογέοντες , ἐπεὶ προμολοῦσα κάλεσσεν
μήτηρ γρηῦς Σικελή , σφεας τρέφε καί ῥα γέροντα
390
ἐνδυκέως κομέεσκεν , ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.