Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἱ δ᾽ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
ἔσταν ἐνὶ μεγάροισι τεθηπότες : αὐτὰρ Ὀδυσσεὺς
μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν:
γέρον , ἵζ᾽ ἐπὶ δεῖπνον , ἀπεκλελάθεσθε δὲ θάμβευς:
395
δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
μίμνομεν ἐν μεγάροις , ὑμέας ποτιδέγμενοι αἰεί.”
ὣς ἄρ ἔφη , Δολίος δ᾽ ἰθὺς κίε χεῖρε πετάσσας
ἀμφοτέρας , Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ᾽ ἐπὶ καρπῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
400
φίλ᾽ , ἐπεὶ νόστησας ἐελδομένοισι μάλ᾽ ἡμῖν
οὐδ᾽ ἔτ᾽ ὀϊομένοισι , θεοὶ δέ σ᾽ ἀνήγαγον αὐτοί,
οὖλέ τε καὶ μάλα χαῖρε , θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ,
ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
405
νοστήσαντά σε δεῦρ᾽ , ἄγγελον ὀτρύνωμεν.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
γέρον , ἤδη οἶδε : τί σε χρὴ ταῦτα πένεσθαι;”
ὣς φάθ᾽ , δ᾽ αὖτις ἄρ᾽ ἕζετ᾽ ἐϋξέστου ἐπὶ δίφρου.
ὣς δ᾽ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ᾽ Ὀδυσῆα
410
δεικανόωντ᾽ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
ἑξείης δ᾽ ἕζοντο παραὶ Δολίον , πατέρα σφόν.
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο:
Ὄσσα δ᾽ ἄρ᾽ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ᾽ ἐνέπουσα.
415
οἱ δ᾽ ἄρ᾽ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ᾽ Ὀδυσῆος,
ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
τοὺς δ᾽ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες:
420
αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι , ἀχνύμενοι κῆρ.