Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
τοῖσιν δ᾽ Εὐπείθης ἀνά θ᾽ ἵστατο καὶ μετέειπε:
παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
Ἀντινόου , τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς:
425
τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν:
φίλοι , μέγα ἔργον ἀνὴρ ὅδ᾽ ἐμήσατ᾽ Ἀχαιούς:
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
ὤλεσε μὲν νῆας γλαφυράς , ἀπὸ δ᾽ ὤλεσε λαούς:
τοὺς δ᾽ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ᾽ ἀρίστους,
430
ἀλλ᾽ ἄγετε , πρὶν τοῦτον ἐς Πύλον ὦκα ἱκέσθαι
καὶ ἐς Ἤλιδα δῖαν , ὅθι κρατέουσιν Ἐπειοί,
ἴομεν : καὶ ἔπειτα κατηφέες ἐσσόμεθ᾽ αἰεί:
λώβη γὰρ τάδε γ᾽ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
435
τισόμεθ᾽ . οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
ζωέμεν , ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
ἀλλ᾽ ἴομεν , μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.”
ὣς φάτο δάκρυ χέων , οἶκτος δ᾽ ἕλε πάντας Ἀχαιούς.
ἀγχίμολον δέ σφ᾽ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
440
ἐκ μεγάρων Ὀδυσῆος , ἐπεί σφεας ὕπνος ἀνῆκεν,
ἔσταν δ᾽ ἐν μέσσοισι : τάφος δ᾽ ἕλεν ἄνδρα ἕκαστον.
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς:
κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι : οὐ γὰρ Ὀδυσσεὺς
ἀθανάτων ἀέκητι θεῶν τάδ᾽ ἐμήσατο ἔργα:
445
αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον , ὅς ῥ᾽ Ὀδυσῆϊ
ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ᾽ Ὀδυσῆος
φαίνετο θαρσύνων , τοτὲ δὲ μνηστῆρας ὀρίνων
θῦνε κατὰ μέγαρον : τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.”
450
ὣς φάτο , τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.