Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἷξον δ᾽ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
ἔνθ᾽ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν , ἀμφὶ δ᾽ ἑταῖροι
δαῖτ᾽ ἐντυνόμενοι κρέα τ᾽ ὤπτων ἄλλα τ᾽ ἔπειρον.
οἱ δ᾽ ὡς οὖν ξείνους ἴδον , ἁθρόοι ἦλθον ἅπαντες,
35
χερσίν τ᾽ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι :
40
δῶκε δ᾽ ἄρα σπλάγχνων μοίρας , ἐν δ᾽ οἶνον ἔχευεν
χρυσείῳ δέπαϊ : δειδισκόμενος δὲ προσηύδα
Παλλάδ᾽ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο:
εὔχεο νῦν , ξεῖνε , Ποσειδάωνι ἄνακτι:
τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
45
αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι , θέμις ἐστί,
δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
σπεῖσαι , ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
εὔχεσθαι : πάντες δὲ θεῶν χατέουσ᾽ ἄνθρωποι.
ἀλλὰ νεώτερός ἐστιν , ὁμηλικίη δ᾽ ἐμοὶ αὐτῷ:
50
τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.”
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου:
χαῖρε δ᾽ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον:
αὐτίκα δ᾽ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι:
55
κλῦθι , Ποσείδαον γαιήοχε , μηδὲ μεγήρῃς
ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
αὐτὰρ ἔπειτ᾽ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
60
δὸς δ᾽ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,