Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἶμ᾽ , ἵνα θαρσύνω θ᾽ ἑτάρους εἴπω τε ἕκαστα.
οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι:
οἱ δ᾽ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
365
ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
νῦν : ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
εἶμ᾽ ἔνθα χρεῖός μοι ὀφέλλεται , οὔ τι νέον γε
οὐδ᾽ ὀλίγον . σὺ δὲ τοῦτον , ἐπεὶ τεὸν ἵκετο δῶμα,
πέμψον σὺν δίφρῳ τε καὶ υἱέι : δὸς δέ οἱ ἵππους,
370
οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.”
ὣς ἄρα φωνήσασ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
φήνῃ εἰδομένη : θάμβος δ᾽ ἕλε πάντας ἰδόντας.
θαύμαζεν δ᾽ γεραιός , ὅπως ἴδεν ὀφθαλμοῖς:
Τηλεμάχου δ᾽ ἕλε χεῖρα , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
375
φίλος , οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
οὐ μὲν γάρ τις ὅδ᾽ ἄλλος Ὀλύμπια δώματ᾽ ἐχόντων,
ἀλλὰ Διὸς θυγάτηρ , κυδίστη Τριτογένεια,
τοι καὶ πατέρ᾽ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
380
ἀλλὰ ἄνασσ᾽ ἵληθι , δίδωθι δέ μοι κλέος ἐσθλόν,
αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι:
σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην , ἣν οὔ πω ὕπὸ ζυγὸν ἤγαγεν ἀνήρ:
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.”
385
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.
τοῖσιν δ᾽ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
υἱάσι καὶ γαμβροῖσιν , ἑὰ πρὸς δώματα καλά.
ἀλλ᾽ ὅτε δώμαθ᾽ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε:
390
τοῖς δ᾽ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν