Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
Νέστορος , Εὐρυδίκη , πρέσβα Κλυμένοιο θυγατρῶν.
οἱ μὲν ἔπειτ᾽ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
ἔσχον : ἀτὰρ σφάξεν Πεισίστρατος , ὄρχαμος ἀνδρῶν.
455
τῆς δ᾽ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη , λίπε δ᾽ ὀστέα θυμός,
αἶψ᾽ ἄρα μιν διέχευαν , ἄφαρ δ᾽ ἐκ μηρία τάμνον
πάντα κατὰ μοῖραν , κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες , ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
καῖε δ᾽ ἐπὶ σχίζῃς γέρων , ἐπὶ δ᾽ αἴθοπα οἶνον
460
λεῖβε : νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
ὤπτων δ᾽ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
465
Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
ἔκ ῥ᾽ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος:
πὰρ δ᾽ γε Νέστορ᾽ ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο , ποιμένα λαῶν.
470
οἱ δ᾽ ἐπεὶ ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,
δαίνυνθ᾽ ἑζόμενοι : ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄροντο
οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
475
παῖδες ἐμοί , ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
ζεύξαθ᾽ ὑφ᾽ ἅρματ᾽ ἄγοντες , ἵνα πρήσσῃσιν ὁδοῖο.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
καρπαλίμως δ᾽ ἔζευξαν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους.
ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
480
ὄψα τε , οἷα ἔδουσι διοτρεφέες βασιλῆες.