Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
οἱ δ᾽ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
2
πρὸς δ᾽ ἄρα δώματ᾽ ἔλων Μενελάου κυδαλίμοιο.
3
τὸν δ᾽ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
4
υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
5
τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν:
6
ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
7
δωσέμεναι , τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
8
τὴν ἄρ᾽ ὅ γ᾽ ἔνθ᾽ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
9
Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν , οἷσιν ἄνασσεν.
10
υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
11
ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
12
ἐκ δούλης : Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ᾽ ἔφαινον,
13
ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ᾽ ἐρατεινήν,
14
Ἑρμιόνην , ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
15
ὣς οἱ μὲν δαίνυντο καθ᾽ ὑψερεφὲς μέγα δῶμα
16
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
17
τερπόμενοι : μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
18
φορμίζων , δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτούς,
19
μολπῆς ἐξάρχοντος , ἐδίνευον κατὰ μέσσους.
20
τὼ δ᾽ αὖτ᾽ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
21
Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
22
στῆσαν : ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
23
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
24
βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
25
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
26
“ξείνω
δή
τινε
τώδε , διοτρεφὲς
ὦ
Μενέλαε,
27
ἄνδρε δύω , γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
28
ἀλλ᾽ εἴπ᾽ , ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
29
ἦ ἄλλον πέμπωμεν ἱκανέμεν , ὅς κε φιλήσῃ.”
30
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος:
31
“οὐ
μὲν
νήπιος
ἦσθα , Βοηθοΐδη
Ἐτεωνεῦ,
32
τὸ πρίν : ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
33
ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
34
ἄλλων ἀνθρώπων δεῦρ᾽ ἱκόμεθ᾽ , αἴ κέ ποθι Ζεὺς
35
ἐξοπίσω περ παύσῃ ὀιζύος . ἀλλὰ λύ᾽ ἵππους
36
ξείνων , ἐς δ᾽ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.”
37
ὣς φάθ᾽ , ὁ δὲ μεγάροιο διέσσυτο , κέκλετο δ᾽ ἄλλους
38
ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
39
οἱ δ᾽ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
40
καὶ τοὺς μὲν κατέδησαν ἐφ᾽ ἱππείῃσι κάπῃσι,
41
πὰρ δ᾽ ἔβαλον ζειάς , ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
42
ἅρματα δ᾽ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
43
αὐτοὺς δ᾽ εἰσῆγον θεῖον δόμον . οἱ δὲ ἰδόντες
44
θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος:
45
ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
46
δῶμα καθ᾽ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
47
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
48
ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
49
τοὺς δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
50
ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
51
ἔς ῥα θρόνους ἕζοντο παρ᾽ Ἀτρεΐδην Μενέλαον.
52
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
53
καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
54
νίψασθαι : παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
55
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
56
εἴδατα πόλλ᾽ ἐπιθεῖσα , χαριζομένη παρεόντων.
57
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
58
παντοίων , παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
59
τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος:
60
“σίτου
θ᾽
ἅπτεσθον
καὶ
χαίρετον . αὐτὰρ
ἔπειτα
61
δείπνου πασσαμένω εἰρησόμεθ᾽ , οἵ τινές ἐστον
62
ἀνδρῶν : οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
63
ἀλλ᾽ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
64
σκηπτούχων , ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.”
65
ὣς φάτο , καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
66
ὄπτ᾽ ἐν χερσὶν ἑλών , τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
67
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
68
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
69
δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
70
ἄγχι σχὼν κεφαλήν , ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι:
71
“φράζεο , Νεστορίδη , τῷ
ἐμῷ
κεχαρισμένε
θυμῷ,
72
χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
73
χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.
74
Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή,
75
ὅσσα τάδ᾽ ἄσπετα πολλά : σέβας μ᾽ ἔχει εἰσορόωντα.”
76
τοῦ δ᾽ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
77
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
78
“τέκνα
φίλ᾽ , ἦ
τοι
Ζηνὶ
βροτῶν
οὐκ
ἄν
τις
ἐρίζοι:
79
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν:
80
ἀνδρῶν δ᾽ ἤ κέν τίς μοι ἐρίσσεται , ἠὲ καὶ οὐκί,
81
κτήμασιν . ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς
82
ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
83
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
84
Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
85
καὶ Λιβύην , ἵνα τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
86
τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
87
ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
88
τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
89
ἀλλ᾽ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
90
ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
91
ἠλώμην , τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
92
λάθρῃ , ἀνωιστί , δόλῳ οὐλομένης ἀλόχοιο:
93
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
94
καὶ πατέρων τάδε μέλλετ᾽ ἀκουέμεν , οἵ τινες ὑμῖν
95
εἰσίν , ἐπεὶ μάλα πολλὰ πάθον , καὶ ἀπώλεσα οἶκον
96
εὖ μάλα ναιετάοντα , κεχανδότα πολλὰ καὶ ἐσθλά.
97
ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
98
ναίειν , οἱ δ᾽ ἄνδρες σόοι ἔμμεναι , οἳ τότ᾽ ὄλοντο
99
Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
100
ἀλλ᾽ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
101
πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
102
ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι , ἄλλοτε δ᾽ αὖτε
103
παύομαι : αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
104
τῶν πάντων οὐ τόσσον ὀδύρομαι , ἀχνύμενός περ,
105
ὡς ἑνός , ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
106
μνωομένῳ , ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ᾽ ἐμόγησεν,
107
ὅσσ᾽ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο . τῷ δ᾽ ἄρ᾽ ἔμελλεν
108
αὐτῷ κήδε᾽ ἔσεσθαι , ἐμοὶ δ᾽ ἄχος αἰὲν ἄλαστον
109
κείνου , ὅπως δὴ δηρὸν ἀποίχεται , οὐδέ τι ἴδμεν,
110
ζώει ὅ γ᾽ ἦ τέθνηκεν . ὀδύρονταί νύ που αὐτὸν
111
Λαέρτης θ᾽ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
112
Τηλέμαχός θ᾽ , ὃν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ.”
113
ὣς φάτο , τῷ δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
114
δάκρυ δ᾽ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
115
χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχὼν
116
ἀμφοτέρῃσιν χερσί . νόησε δέ μιν Μενέλαος,
117
μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
118
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
119
ἦ πρῶτ᾽ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
120
ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
121
ἐκ δ᾽ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
122
ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
123
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
124
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
125
Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε , τόν οἱ ἔθηκεν
126
Ἀλκάνδρη , Πολύβοιο δάμαρ , ὃς ἔναι᾽ ἐνὶ Θήβῃς
127
Αἰγυπτίῃς , ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται:
128
ὃς Μενελάῳ δῶκε δύ᾽ ἀργυρέας ἀσαμίνθους,
129
δοιοὺς δὲ τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα.
130
χωρὶς δ᾽ αὖθ᾽ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα:
131
χρυσέην τ᾽ ἠλακάτην τάλαρόν θ᾽ ὑπόκυκλον ὄπασσεν
132
ἀργύρεον , χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράαντο.
133
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
134
νήματος ἀσκητοῖο βεβυσμένον : αὐτὰρ ἐπ᾽ αὐτῷ
135
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
136
ἕζετο δ᾽ ἐν κλισμῷ , ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
137
αὐτίκα δ᾽ ἥ γ᾽ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα:
138
“ἴδμεν
δή , Μενέλαε
διοτρεφές , οἵ
τινες
οἵδε
139
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
140
ψεύσομαι ἦ ἔτυμον ἐρέω ; κέλεται δέ με θυμός.
141
οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
142
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα , σέβας μ᾽ ἔχει εἰσορόωσαν,
143
ὡς ὅδ᾽ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
144
Τηλεμάχῳ , τὸν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ
145
κεῖνος ἀνήρ , ὅτ᾽ ἐμεῖο κυνώπιδος εἵνεκ᾽ Ἀχαιοὶ
146
ἤλθεθ᾽ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.”
147
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
148
“οὕτω
νῦν
καὶ
ἐγὼ
νοέω , γύναι , ὡς
σὺ
ἐίσκεις:
149
κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
150
ὀφθαλμῶν τε βολαὶ κεφαλή τ᾽ ἐφύπερθέ τε χαῖται.
151
καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ᾽ Ὀδυσῆι
152
μυθεόμην , ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
153
ἀμφ᾽ ἐμοί , αὐτὰρ ὁ πικρὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβε,
154
χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχών.”
155
τὸν δ᾽ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:
156
“Ἀτρεΐδη
Μενέλαε
διοτρεφές , ὄρχαμε
λαῶν,
157
κείνου μέν τοι ὅδ᾽ υἱὸς ἐτήτυμον , ὡς ἀγορεύεις:
158
ἀλλὰ σαόφρων ἐστί , νεμεσσᾶται δ᾽ ἐνὶ θυμῷ
159
ὧδ᾽ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
160
ἄντα σέθεν , τοῦ νῶι θεοῦ ὣς τερπόμεθ᾽ αὐδῇ.
161
αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
162
τῷ ἅμα πομπὸν ἕπεσθαι : ἐέλδετο γάρ σε ἰδέσθαι,
163
ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
164
πολλὰ γὰρ ἄλγε᾽ ἔχει πατρὸς πάϊς οἰχομένοιο
165
ἐν μεγάροις , ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
166
ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται , οὐδέ οἱ ἄλλοι
167
εἴσ᾽ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.”
168
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
169
“ὢ
πόποι , ἦ
μάλα
δὴ
φίλου
ἀνέρος
υἱὸς
ἐμὸν
δῶ
170
ἵκεθ᾽ , ὃς εἵνεκ᾽ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους:
171
καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
172
Ἀργείων , εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
173
νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
174
καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ᾽ ἔτευξα,
175
ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
176
καὶ πᾶσιν λαοῖσι , μίαν πόλιν ἐξαλαπάξας,
177
αἳ περιναιετάουσιν , ἀνάσσονται δ᾽ ἐμοὶ αὐτῷ.
178
καί κε θάμ᾽ ἐνθάδ᾽ ἐόντες ἐμισγόμεθ᾽ : οὐδέ κεν ἡμέας
179
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
180
πρίν γ᾽ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
181
ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
182
ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.”
183
ὣς φάτο , τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
184
κλαῖε μὲν Ἀργείη Ἑλένη , Διὸς ἐκγεγαυῖα,
185
κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
186
οὐδ᾽ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε:
187
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
188
τόν ῥ᾽ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός:
189
τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπεα πτερόεντ᾽ ἀγόρευεν:
190
“Ἀτρεΐδη , περὶ
μέν
σε
βροτῶν
πεπνυμένον
εἶναι
191
Νέστωρ φάσχ᾽ ὁ γέρων , ὅτ᾽ ἐπιμνησαίμεθα σεῖο
192
οἷσιν ἐνὶ μεγάροισι , καὶ ἀλλήλους ἐρέοιμεν.
193
καὶ νῦν , εἴ τί που ἔστι , πίθοιό μοι : οὐ γὰρ ἐγώ γε
194
τέρπομ᾽ ὀδυρόμενος μεταδόρπιος , ἀλλὰ καὶ ἠὼς
195
ἔσσεται ἠριγένεια : νεμεσσῶμαί γε μὲν οὐδὲν
196
κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
197
τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
198
κείρασθαί τε κόμην βαλέειν τ᾽ ἀπὸ δάκρυ παρειῶν.
199
καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός , οὔ τι κάκιστος
200
Ἀργείων : μέλλεις δὲ σὺ ἴδμεναι : οὐ γὰρ ἐγώ γε
201
ἤντησ᾽ οὐδὲ ἴδον : περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι
202
Ἀντίλοχον , πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.”
203
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
204
“ὦ
φίλ᾽ , ἐπεὶ
τόσα
εἶπες , ὅσ᾽
ἂν
πεπνυμένος
ἀνὴρ
205
εἴποι καὶ ῥέξειε , καὶ ὃς προγενέστερος εἴη:
206
τοίου γὰρ καὶ πατρός , ὃ καὶ πεπνυμένα βάζεις,
207
ῥεῖα δ᾽ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
208
ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
209
ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
210
αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
211
υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
212
ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν , ὃς πρὶν ἐτύχθη,
213
δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα , χερσὶ δ᾽ ἐφ᾽ ὕδωρ
214
χευάντων . μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
215
Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.”
216
ὣς ἔφατ᾽ , Ἀσφαλίων δ᾽ ἄρ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
217
ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
218
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
219
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα:
220
αὐτίκ᾽ ἄρ᾽ εἰς οἶνον βάλε φάρμακον , ἔνθεν ἔπινον,
221
νηπενθές τ᾽ ἄχολόν τε , κακῶν ἐπίληθον ἁπάντων.
222
ὃς τὸ καταβρόξειεν , ἐπὴν κρητῆρι μιγείη,
223
οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
224
οὐδ᾽ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
225
οὐδ᾽ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
226
χαλκῷ δηιόῳεν , ὁ δ᾽ ὀφθαλμοῖσιν ὁρῷτο.
227
τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
228
ἐσθλά , τά οἱ Πολύδαμνα πόρεν , Θῶνος παράκοιτις
229
Αἰγυπτίη , τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
230
φάρμακα , πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά:
231
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
232
ἀνθρώπων : ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
233
αὐτὰρ ἐπεί ῥ᾽ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
234
ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν:
235
“Ἀτρεΐδη
Μενέλαε
διοτρεφὲς
ἠδὲ
καὶ
οἵδε
236
ἀνδρῶν ἐσθλῶν παῖδες : ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
237
Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ : δύναται γὰρ ἅπαντα:
238
ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
239
καὶ μύθοις τέρπεσθε : ἐοικότα γὰρ καταλέξω.
240
πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
241
ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι:
242
ἀλλ᾽ οἷον τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
243
δήμῳ ἔνι Τρώων , ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί.
244
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
245
σπεῖρα κάκ᾽ ἀμφ᾽ ὤμοισι βαλών , οἰκῆι ἐοικώς,
246
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν:
247
ἄλλῳ δ᾽ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
248
δέκτῃ , ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
249
τῷ ἴκελος κατέδυ Τρώων πόλιν , οἱ δ᾽ ἀβάκησαν
250
πάντες : ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
251
καί μιν ἀνηρώτων : ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
252
ἀλλ᾽ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
253
ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
254
μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ᾽ ἀναφῆναι,
255
πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ᾽ ἀφικέσθαι,
256
καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
257
πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
258
ἦλθε μετ᾽ Ἀργείους , κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
259
ἔνθ᾽ ἄλλαι Τρῳαὶ λίγ᾽ ἐκώκυον : αὐτὰρ ἐμὸν κῆρ
260
χαῖρ᾽ , ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
261
ἂψ οἶκόνδ᾽ , ἄτην δὲ μετέστενον , ἣν Ἀφροδίτη
262
δῶχ᾽ , ὅτε μ᾽ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
263
παῖδά τ᾽ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
264
οὔ τευ δευόμενον , οὔτ᾽ ἂρ φρένας οὔτε τι εἶδος.”
265
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
266
“ναὶ
δὴ
ταῦτά
γε
πάντα , γύναι , κατὰ
μοῖραν
ἔειπες.
267
ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
268
ἀνδρῶν ἡρώων , πολλὴν δ᾽ ἐπελήλυθα γαῖαν:
269
ἀλλ᾽ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
270
οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
271
οἷον καὶ τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
272
ἵππῳ ἔνι ξεστῷ , ἵν᾽ ἐνήμεθα πάντες ἄριστοι
273
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
274
ἦλθες ἔπειτα σὺ κεῖσε : κελευσέμεναι δέ σ᾽ ἔμελλε
275
δαίμων , ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι:
276
καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ᾽ ἰούσῃ.
277
τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
278
ἐκ δ᾽ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
279
πάντων Ἀργείων φωνὴν ἴσκουσ᾽ ἀλόχοισιν.
280
αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
281
ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
282
νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
283
ἢ ἐξελθέμεναι , ἢ ἔνδοθεν αἶψ᾽ ὑπακοῦσαι:
284
ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
285
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
286
Ἄντικλος δὲ σέ γ᾽ οἶος ἀμείψασθαι ἐπέεσσιν
287
ἤθελεν . ἀλλ᾽ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
288
νωλεμέως κρατερῇσι , σάωσε δὲ πάντας Ἀχαιούς:
289
τόφρα δ᾽ ἔχ᾽ , ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.”
290
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
291
“Ἀτρεΐδη
Μενέλαε
διοτρεφές , ὄρχαμε
λαῶν,
292
ἄλγιον : οὐ γάρ οἵ τι τάδ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον,
293
οὐδ᾽ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
294
ἀλλ᾽ ἄγετ᾽ εἰς εὐνὴν τράπεθ᾽ ἡμέας , ὄφρα καὶ ἤδη
295
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.”
296
ὣς ἔφατ᾽ , Ἀργείη δ᾽ Ἑλένη δμῳῇσι κέλευσεν
297
δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
298
πορφύρε᾽ ἐμβαλέειν στορέσαι τ᾽ ἐφύπερθε τάπητας,
299
χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
300
αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
301
δέμνια δὲ στόρεσαν : ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
302
οἱ μὲν ἄρ᾽ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
303
Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός:
304
Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
305
πὰρ δ᾽ Ἑλένη τανύπεπλος ἐλέξατο , δῖα γυναικῶν.
306
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
307
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
308
εἵματα ἑσσάμενος , περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ,
309
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
310
βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
311
Τηλεμάχῳ δὲ παρῖζεν , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
312
“τίπτε
δέ
σε
χρειὼ
δεῦρ᾽
ἤγαγε , Τηλέμαχ᾽
ἥρως,
313
ἐς Λακεδαίμονα δῖαν , ἐπ᾽ εὐρέα νῶτα θαλάσσης;
314
δήμιον ἦ ἴδιον ; τόδε μοι νημερτὲς ἐνίσπες.”
315
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
316
“Ἀτρεΐδη
Μενέλαε
διοτρεφές , ὄρχαμε
λαῶν,
317
ἤλυθον , εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
318
ἐσθίεταί μοι οἶκος , ὄλωλε δὲ πίονα ἔργα,
319
δυσμενέων δ᾽ ἀνδρῶν πλεῖος δόμος , οἵ τέ μοι αἰεὶ
320
μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
321
μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
322
τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι , αἴ κ᾽ ἐθέλῃσθα
323
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν , εἴ που ὄπωπας
324
ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
325
πλαζομένου : περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
326
μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων,
327
ἀλλ᾽ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
328
λίσσομαι , εἴ ποτέ τοί τι πατὴρ ἐμός , ἐσθλὸς Ὀδυσσεὺς
329
ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
330
δήμῳ ἔνι Τρώων , ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί,
331
τῶν νῦν μοι μνῆσαι , καί μοι νημερτὲς ἐνίσπες.”
332
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος:
333
“ὢ
πόποι , ἦ
μάλα
δὴ
κρατερόφρονος
ἀνδρὸς
ἐν
εὐνῇ
334
ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
335
ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
336
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
337
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
338
βοσκομένη , ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
339
ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
340
ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
341
αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
342
τοῖος ἐών , οἷός ποτ᾽ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
343
ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
344
κὰδ δ᾽ ἔβαλε κρατερῶς , κεχάροντο δὲ πάντες Ἀχαιοί,
345
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:
346
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
347
ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾷς καὶ λίσσεαι , οὐκ ἂν ἐγώ γε
348
ἄλλα παρὲξ εἴποιμι παρακλιδόν , οὐδ᾽ ἀπατήσω,
349
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
350
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.
351
“Αἰγύπτῳ
μ᾽
ἔτι
δεῦρο
θεοὶ
μεμαῶτα
νέεσθαι
352
ἔσχον , ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
353
οἱ δ᾽ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
354
νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
355
Αἰγύπτου προπάροιθε , Φάρον δέ ἑ κικλήσκουσι,
356
τόσσον ἄνευθ᾽ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
357
ἤνυσεν , ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν:
358
ἐν δὲ λιμὴν ἐύορμος , ὅθεν τ᾽ ἀπὸ νῆας ἐίσας
359
ἐς πόντον βάλλουσιν , ἀφυσσάμενοι μέλαν ὕδωρ.
360
ἔνθα μ᾽ ἐείκοσιν ἤματ᾽ ἔχον θεοί , οὐδέ ποτ᾽ οὖροι
361
πνείοντες φαίνονθ᾽ ἁλιαέες , οἵ ῥά τε νηῶν
362
πομπῆες γίγνονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
363
καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε᾽ ἀνδρῶν,
364
εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ᾽ ἐσάωσε,
365
Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
366
Εἰδοθέη : τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
367
ἥ μ᾽ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων:
368
αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
369
γναμπτοῖς ἀγκίστροισιν , ἔτειρε δὲ γαστέρα λιμός.
370
ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε:
371
“‘νήπιός
εἰς , ὦ
ξεῖνε , λίην
τόσον
ἠδὲ
χαλίφρων,
372
ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
373
ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκεαι , οὐδέ τι τέκμωρ
374
εὑρέμεναι δύνασαι , μινύθει δέ τοι ἦτορ ἑταίρων.’”
375
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον:
376
‘ἐκ
μέν
τοι
ἐρέω , ἥ
τις
σύ
πέρ
ἐσσι
θεάων,
377
ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι , ἀλλά νυ μέλλω
378
ἀθανάτους ἀλιτέσθαι , οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
379
ἀλλὰ σύ πέρ μοι εἰπέ , θεοὶ δέ τε πάντα ἴσασιν,
380
ὅς τίς μ᾽ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
381
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.’
382
“ὣς
ἐφάμην , ἡ
δ᾽
αὐτίκ᾽
ἀμείβετο
δῖα
θεάων:
383
‘τοιγὰρ
ἐγώ
τοι , ξεῖνε , μάλ᾽
ἀτρεκέως
ἀγορεύσω.
384
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
385
ἀθάνατος Πρωτεὺς Αἰγύπτιος , ὅς τε θαλάσσης
386
πάσης βένθεα οἶδε , Ποσειδάωνος ὑποδμώς:
387
τὸν δέ τ᾽ ἐμόν φασιν πατέρ᾽ ἔμμεναι ἠδὲ τεκέσθαι.
388
τόν γ᾽ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
389
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
390
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
391
καὶ δέ κέ τοι εἴπῃσι , διοτρεφές , αἴ κ᾽ ἐθέλῃσθα,
392
ὅττι τοι ἐν μεγάροισι κακόν τ᾽ ἀγαθόν τε τέτυκται
393
οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.’
394
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον:
395
‘αὐτὴ
νῦν
φράζευ
σὺ
λόχον
θείοιο
γέροντος,
396
μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται:
397
ἀργαλέος γάρ τ᾽ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.’
398
“ὣς
ἐφάμην , ἡ
δ᾽
αὐτίκ᾽
ἀμείβετο
δῖα
θεάων:
399
‘τοιγὰρ
ἐγώ
τοι , ξεῖνε , μάλ᾽
ἀτρεκέως
ἀγορεύσω.
400
ἦμος δ᾽ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
401
τῆμος ἄρ᾽ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
402
πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
403
ἐκ δ᾽ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν:
404
ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
405
ἁθρόαι εὕδουσιν , πολιῆς ἁλὸς ἐξαναδῦσαι,
406
πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
407
ἔνθα σ᾽ ἐγὼν ἀγαγοῦσα ἅμ᾽ ἠοῖ φαινομένηφιν
408
εὐνάσω ἑξείης : σὺ δ᾽ ἐὺ κρίνασθαι ἑταίρους
409
τρεῖς , οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
410
πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
411
φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν:
412
αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
413
λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
414
τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
415
καὶ τότ᾽ ἔπειθ᾽ ὑμῖν μελέτω κάρτος τε βίη τε,
416
αὖθι δ᾽ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
417
πάντα δὲ γιγνόμενος πειρήσεται , ὅσσ᾽ ἐπὶ γαῖαν
418
ἑρπετὰ γίγνονται , καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ:
419
ὑμεῖς δ᾽ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
420
ἀλλ᾽ ὅτε κεν δή σ᾽ αὐτὸς ἀνείρηται ἐπέεσσι,
421
τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
422
καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
423
ἥρως , εἴρεσθαι δέ , θεῶν ὅς τίς σε χαλέπτει,
424
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.’
425
“ὣς
εἰποῦσ᾽
ὑπὸ
πόντον
ἐδύσετο
κυμαίνοντα.
426
αὐτὰρ ἐγὼν ἐπὶ νῆας , ὅθ᾽ ἕστασαν ἐν ψαμάθοισιν,
427
ἤια : πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
428
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
429
δόρπον θ᾽ ὁπλισάμεσθ᾽ , ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ:
430
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
431
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
432
καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
433
ἤια πολλὰ θεοὺς γουνούμενος : αὐτὰρ ἑταίρους
434
τρεῖς ἄγον , οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ᾽ ἰθύν.
435
“τόφρα
δ᾽
ἄρ᾽
ἥ
γ᾽
ὑποδῦσα
θαλάσσης
εὐρέα
κόλπον
436
τέσσαρα φωκάων ἐκ πόντου δέρματ᾽ ἔνεικε:
437
πάντα δ᾽ ἔσαν νεόδαρτα : δόλον δ᾽ ἐπεμήδετο πατρί.
438
εὐνὰς δ᾽ ἐν ψαμάθοισι διαγλάψασ᾽ ἁλίῃσιν
439
ἧστο μένουσ᾽ : ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς:
440
ἑξείης δ᾽ εὔνησε , βάλεν δ᾽ ἐπὶ δέρμα ἑκάστῳ.
441
ἔνθα κεν αἰνότατος λόχος ἔπλετο : τεῖρε γὰρ αἰνῶς
442
φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή:
443
τίς γάρ κ᾽ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
444
ἀλλ᾽ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ᾽ ὄνειαρ:
445
ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
446
ἡδὺ μάλα πνείουσαν , ὄλεσσε δὲ κήτεος ὀδμήν.
447
πᾶσαν δ᾽ ἠοίην μένομεν τετληότι θυμῷ:
448
φῶκαι δ᾽ ἐξ ἁλὸς ἦλθον ἀολλέες . αἱ μὲν ἔπειτα
449
ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης:
450
ἔνδιος δ᾽ ὁ γέρων ἦλθ᾽ ἐξ ἁλός , εὗρε δὲ φώκας
451
ζατρεφέας , πάσας δ᾽ ἄρ᾽ ἐπῴχετο , λέκτο δ᾽ ἀριθμόν:
452
ἐν δ᾽ ἡμέας πρώτους λέγε κήτεσιν , οὐδέ τι θυμῷ
453
ὠΐσθη δόλον εἶναι : ἔπειτα δὲ λέκτο καὶ αὐτός.
454
ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ᾽ , ἀμφὶ δὲ χεῖρας
455
βάλλομεν : οὐδ᾽ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
456
ἀλλ᾽ ἦ τοι πρώτιστα λέων γένετ᾽ ἠυγένειος,
457
αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς:
458
γίγνετο δ᾽ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον:
459
ἡμεῖς δ᾽ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
460
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζ᾽ ὁ γέρων ὀλοφώια εἰδώς,
461
καὶ τότε δή μ᾽ ἐπέεσσιν ἀνειρόμενος προσέειπε:
462
“‘τίς
νύ
τοι , Ἀτρέος
υἱέ , θεῶν
συμφράσσατο
βουλάς,
463
ὄφρα μ᾽ ἕλοις ἀέκοντα λοχησάμενος ; τέο σε χρή;’
464
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον:
465
‘οἶσθα , γέρον , τί
με
ταῦτα
παρατροπέων
ἐρεείνεις;
466
ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκομαι , οὐδέ τι τέκμωρ
467
εὑρέμεναι δύναμαι , μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
468
ἀλλὰ σύ πέρ μοι εἰπέ , θεοὶ δέ τε πάντα ἴσασιν,
469
ὅς τίς μ᾽ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
470
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.’
471
“ὣς
ἐφάμην , ὁ
δέ
μ᾽
αὐτίκ᾽
ἀμειβόμενος
προσέειπεν:
472
‘ἀλλὰ
μάλ᾽
ὤφελλες
Διί
τ᾽
ἄλλοισίν
τε
θεοῖσι
473
ῥέξας ἱερὰ κάλ᾽ ἀναβαινέμεν , ὄφρα τάχιστα
474
σὴν ἐς πατρίδ᾽ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
475
οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
476
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
477
πρίν γ᾽ ὅτ᾽ ἂν Αἰγύπτοιο , διιπετέος ποταμοῖο,
478
αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θ᾽ ἱερὰς ἑκατόμβας
479
ἀθανάτοισι θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι:
480
καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί , ἣν σὺ μενοινᾷς.’
481
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐμοί
γε
κατεκλάσθη
φίλον
ἦτορ,
482
οὕνεκά μ᾽ αὖτις ἄνωγεν ἐπ᾽ ἠεροειδέα πόντον
483
Αἴγυπτόνδ᾽ ἰέναι , δολιχὴν ὁδὸν ἀργαλέην τε.
484
ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον:
485
“‘ταῦτα
μὲν
οὕτω
δὴ
τελέω , γέρον , ὡς
σὺ
κελεύεις.
486
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
487
ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
488
οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
489
ἦέ τις ὤλετ᾽ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
490
ἠὲ φίλων ἐν χερσίν , ἐπεὶ πόλεμον τολύπευσεν’.
491
“ὣς
ἐφάμην , ὁ
δέ
μ᾽
αὐτίκ᾽
ἀμειβόμενος
προσέειπεν:
492
Ἀτρεΐδη , τί με ταῦτα διείρεαι ; οὐδέ τί σε χρὴ
493
ἴδμεναι , οὐδὲ δαῆναι ἐμὸν νόον : οὐδέ σέ φημι
494
δὴν ἄκλαυτον ἔσεσθαι , ἐπὴν ἐὺ πάντα πύθηαι.
495
πολλοὶ μὲν γὰρ τῶν γε δάμεν , πολλοὶ δὲ λίποντο:
496
ἀρχοὶ δ᾽ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
497
ἐν νόστῳ ἀπόλοντο : μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
498
εἷς δ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
499
“Αἴας
μὲν
μετὰ
νηυσὶ
δάμη
δολιχηρέτμοισι.
500
Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
501
πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης:
502
καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
503
εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ᾽ ἀάσθη:
504
φῆ ῥ᾽ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
505
τοῦ δὲ Ποσειδάων μεγάλ᾽ ἔκλυεν αὐδήσαντος:
506
αὐτίκ᾽ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
507
ἤλασε Γυραίην πέτρην , ἀπὸ δ᾽ ἔσχισεν αὐτήν:
508
καὶ τὸ μὲν αὐτόθι μεῖνε , τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
509
τῷ ῥ᾽ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ᾽ ἀάσθη:
510
τὸν δ᾽ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
511
ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλεν , ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
512
“‘σὸς
δέ
που
ἔκφυγε
κῆρας
ἀδελφεὸς
ἠδ᾽
ὑπάλυξεν
513
ἐν νηυσὶ γλαφυρῇσι : σάωσε δὲ πότνια Ἥρη.
514
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
515
ἵξεσθαι , τότε δή μιν ἀναρπάξασα θύελλα
516
πόντον ἐπ᾽ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
517
ἀγροῦ ἐπ᾽ ἐσχατιήν , ὅθι δώματα ναῖε Θυέστης
518
τὸ πρίν , ἀτὰρ τότ᾽ ἔναιε Θυεστιάδης Αἴγισθος.
519
ἀλλ᾽ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
520
ἂψ δὲ θεοὶ οὖρον στρέψαν , καὶ οἴκαδ᾽ ἵκοντο,
521
ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
522
καὶ κύνει ἁπτόμενος ἣν πατρίδα : πολλὰ δ᾽ ἀπ᾽ αὐτοῦ
523
δάκρυα θερμὰ χέοντ᾽ , ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
524
τὸν δ᾽ ἄρ᾽ ἀπὸ σκοπιῆς εἶδε σκοπός , ὅν ῥα καθεῖσεν
525
Αἴγισθος δολόμητις ἄγων , ὑπὸ δ᾽ ἔσχετο μισθὸν
526
χρυσοῦ δοιὰ τάλαντα : φύλασσε δ᾽ ὅ γ᾽ εἰς ἐνιαυτόν,
527
μή ἑ λάθοι παριών , μνήσαιτο δὲ θούριδος ἀλκῆς.
528
βῆ δ᾽ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
529
αὐτίκα δ᾽ Αἴγισθος δολίην ἐφράσσατο τέχνην:
530
κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
531
εἷσε λόχον , ἑτέρωθι δ᾽ ἀνώγει δαῖτα πένεσθαι.
532
αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα , ποιμένα λαῶν
533
ἵπποισιν καὶ ὄχεσφιν , ἀεικέα μερμηρίζων.
534
τὸν δ᾽ οὐκ εἰδότ᾽ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
535
δειπνίσσας , ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
536
οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ᾽ οἵ οἱ ἕποντο,
537
οὐδέ τις Αἰγίσθου , ἀλλ᾽ ἔκταθεν ἐν μεγάροισιν’.
538
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐμοί
γε
κατεκλάσθη
φίλον
ἦτορ,
539
κλαῖον δ᾽ ἐν ψαμάθοισι καθήμενος , οὐδέ νύ μοι κῆρ
540
ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
541
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
542
δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής:
543
“‘μηκέτι , Ἀτρέος
υἱέ , πολὺν
χρόνον
ἀσκελὲς
οὕτω
544
κλαῖ᾽ , ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν : ἀλλὰ τάχιστα
545
πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
546
ἢ γάρ μιν ζωόν γε κιχήσεαι , ἤ κεν Ὀρέστης
547
κτεῖνεν ὑποφθάμενος , σὺ δέ κεν τάφου ἀντιβολήσαις.’
548
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐμοὶ
κραδίη
καὶ
θυμὸς
ἀγήνωρ
549
αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
550
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
551
“‘τούτους
μὲν
δὴ
οἶδα : σὺ
δὲ
τρίτον
ἄνδρ᾽
ὀνόμαζε,
552
ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
553
ἠὲ θανών : ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι’.
554
“ὣς
ἐφάμην , ὁ
δέ
μ᾽
αὐτίκ᾽
ἀμειβόμενος
προσέειπεν:
555
‘υἱὸς
Λαέρτεω , Ἰθάκῃ
ἔνι
οἰκία
ναίων:
556
τὸν δ᾽ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
557
νύμφης ἐν μεγάροισι Καλυψοῦς , ἥ μιν ἀνάγκῃ
558
ἴσχει : ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι:
559
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
560
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
561
σοι δ᾽ οὐ θέσφατόν ἐστι , διοτρεφὲς ὦ Μενέλαε,
562
Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
563
ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
564
ἀθάνατοι πέμψουσιν , ὅθι ξανθὸς Ῥαδάμανθυς,
565
τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν:
566
οὐ νιφετός , οὔτ᾽ ἂρ χειμὼν πολὺς οὔτε ποτ᾽ ὄμβρος,
567
ἀλλ᾽ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
568
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους:
569
οὕνεκ᾽ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι’.
570
“ὣς
εἰπὼν
ὑπὸ
πόντον
ἐδύσετο
κυμαίνοντα.
571
αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ᾽ ἀντιθέοις ἑτάροισιν
572
ἤια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
573
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
574
δόρπον θ᾽ ὁπλισάμεσθ᾽ , ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ,
575
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
576
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
577
νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
578
ἐν δ᾽ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
579
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον:
580
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
581
ἂψ δ᾽ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
582
στῆσα νέας , καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
583
αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
584
χεῦ᾽ Ἀγαμέμνονι τύμβον , ἵν᾽ ἄσβεστον κλέος εἴη.
585
ταῦτα τελευτήσας νεόμην , ἔδοσαν δέ μοι οὖρον
586
ἀθάνατοι , τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.
587
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
588
ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται:
589
καὶ τότε σ᾽ εὖ πέμψω , δώσω δέ τοι ἀγλαὰ δῶρα,
590
τρεῖς ἵππους καὶ δίφρον ἐύξοον : αὐτὰρ ἔπειτα
591
δώσω καλὸν ἄλεισον , ἵνα σπένδῃσθα θεοῖσιν
592
ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.”
593
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
594
“Ἀτρεΐδη , μὴ
δή
με
πολὺν
χρόνον
ἐνθάδ᾽
ἔρυκε.
595
καὶ γάρ κ᾽ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ᾽ ἀνεχοίμην
596
ἥμενος , οὐδέ κέ μ᾽ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων:
597
αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
598
τέρπομαι . ἀλλ᾽ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
599
ἐν Πύλῳ ἠγαθέῃ : σὺ δέ με χρόνον ἐνθάδ᾽ ἐρύκεις.
600
δῶρον δ᾽ ὅττι κέ μοι δοίης , κειμήλιον ἔστω:
601
ἵππους δ᾽ εἰς Ἰθάκην οὐκ ἄξομαι , ἀλλὰ σοὶ αὐτῷ
602
ἐνθάδε λείψω ἄγαλμα : σὺ γὰρ πεδίοιο ἀνάσσεις
603
εὐρέος , ᾧ ἔνι μὲν λωτὸς πολύς , ἐν δὲ κύπειρον
604
πυροί τε ζειαί τε ἰδ᾽ εὐρυφυὲς κρῖ λευκόν.
605
ἐν δ᾽ Ἰθάκῃ οὔτ᾽ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών:
606
αἰγίβοτος , καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
607
οὐ γάρ τις νήσων ἱππήλατος οὐδ᾽ ἐυλείμων,
608
αἵ θ᾽ ἁλὶ κεκλίαται : Ἰθάκη δέ τε καὶ περὶ πασέων.”
609
ὣς φάτο , μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
610
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
611
“αἵματός
εἰς
ἀγαθοῖο , φίλον
τέκος , οἷ᾽
ἀγορεύεις:
612
τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω : δύναμαι γάρ.
613
δώρων δ᾽ ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
614
δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν:
615
δώσω τοι κρητῆρα τετυγμένον : ἀργύρεος δὲ
616
ἔστιν ἅπας , χρυσῷ δ᾽ χείλεα κεκράανται,
617
ἔργον δ᾽ Ἡφαίστοιο . πόρεν δέ ἑ Φαίδιμος ἥρως,
618
Σιδονίων βασιλεύς , ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
619
κεῖσέ με νοστήσαντα : τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι.”
620
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
621
δαιτυμόνες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου βασιλῆος.
622
οἱ δ᾽ ἦγον μὲν μῆλα , φέρον δ᾽ ἐυήνορα οἶνον:
623
σῖτον δέ σφ᾽ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
624
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
625
μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
626
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
627
ἐν τυκτῷ δαπέδῳ , ὅθι περ πάρος , ὕβριν ἔχοντες.
628
Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
629
ἀρχοὶ μνηστήρων , ἀρετῇ δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι.
630
τοῖς δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
631
Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν:
632
“Ἀντίνο᾽ , ἦ
ῥά
τι
ἴδμεν
ἐνὶ
φρεσίν , ἦε
καὶ
οὐκί,
633
ὁππότε Τηλέμαχος νεῖτ᾽ ἐκ Πύλου ἠμαθόεντος;
634
νῆά μοι οἴχετ᾽ ἄγων : ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
635
Ἤλιδ᾽ ἐς εὐρύχορον διαβήμεναι , ἔνθα μοι ἵπποι
636
δώδεκα θήλειαι , ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοὶ
637
ἀδμῆτες : τῶν κέν τιν᾽ ἐλασσάμενος δαμασαίμην.”
638
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον : οὐ γὰρ ἔφαντο
639
ἐς Πύλον οἴχεσθαι Νηλήιον , ἀλλά που αὐτοῦ
640
ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτη.
641
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός:
642
“νημερτές
μοι
ἔνισπε , πότ᾽
ᾤχετο
καὶ
τίνες
αὐτῷ
643
κοῦροι ἕποντ᾽ ; Ἰθάκης ἐξαίρετοι , ἦ ἑοὶ αὐτοῦ
644
θῆτές τε δμῶές τε ; δύναιτό κε καὶ τὸ τελέσσαι.
645
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐὺ εἰδῶ,
646
ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
647
ἦε ἑκών οἱ δῶκας , ἐπεὶ προσπτύξατο μύθῳ.”
648
τὸν δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα:
649
“αὐτὸς
ἑκών
οἱ
δῶκα : τί
κεν
ῥέξειε
καὶ
ἄλλος,
650
ὁππότ᾽ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
651
αἰτίζῃ ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
652
κοῦροι δ᾽ , οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ᾽ ἡμέας,
653
οἵ οἱ ἕποντ᾽ : ἐν δ᾽ ἀρχὸν ἐγὼ βαίνοντ᾽ ἐνόησα
654
Μέντορα , ἠὲ θεόν , τῷ δ᾽ αὐτῷ πάντα ἐῴκει.
655
ἀλλὰ τὸ θαυμάζω : ἴδον ἐνθάδε Μέντορα δῖον
656
χθιζὸν ὑπηοῖον , τότε δ᾽ ἔμβη νηὶ Πύλονδε.”
657
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
658
τοῖσιν δ᾽ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
659
μνηστῆρας δ᾽ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
660
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
661
ἀχνύμενος : μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
662
πίμπλαντ᾽ , ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην:
663
“ὢ
πόποι , ἦ
μέγα
ἔργον
ὑπερφιάλως
ἐτελέσθη
664
Τηλεμάχῳ ὁδὸς ἥδε : φάμεν δέ οἱ οὐ τελέεσθαι.
665
ἐκ τοσσῶνδ᾽ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
666
νῆα ἐρυσσάμενος , κρίνας τ᾽ ἀνὰ δῆμον ἀρίστους.
667
ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι : ἀλλά οἱ αὐτῷ
668
Ζεὺς ὀλέσειε βίην , πρὶν ἥβης μέτρον ἱκέσθαι.
669
ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους,
670
ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
671
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
672
ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.”
673
“ὣς
ἔφαθ᾽ , οἱ
δ᾽
ἄρα
πάντες
ἐπῄνεον
ἠδ᾽
ἐκέλευον.
674
αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
675
οὐδ᾽ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
676
μύθων , οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον:
677
κῆρυξ γάρ οἱ ἔειπε Μέδων , ὃς ἐπεύθετο βουλὰς
678
αὐλῆς ἐκτὸς ἐών : οἱ δ᾽ ἔνδοθι μῆτιν ὕφαινον.
679
βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ:
680
τὸν δὲ κατ᾽ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια:
681
“κῆρυξ , τίπτε
δέ
σε
πρόεσαν
μνηστῆρες
ἀγαυοί;
682
ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
683
ἔργων παύσασθαι , σφίσι δ᾽ αὐτοῖς δαῖτα πένεσθαι;
684
μὴ μνηστεύσαντες μηδ᾽ ἄλλοθ᾽ ὁμιλήσαντες
685
ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν:
686
οἳ θάμ᾽ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
687
κτῆσιν Τηλεμάχοιο δαΐφρονος : οὐδέ τι πατρῶν
688
ὑμετέρων τὸ πρόσθεν ἀκούετε , παῖδες ἐόντες,
689
οἷος Ὀδυσσεὺς ἔσκε μεθ᾽ ὑμετέροισι τοκεῦσιν,
690
οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
691
ἐν δήμῳ , ἥ τ᾽ ἐστὶ δίκη θείων βασιλήων:
692
ἄλλον κ᾽ ἐχθαίρῃσι βροτῶν , ἄλλον κε φιλοίη.
693
κεῖνος δ᾽ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
694
ἀλλ᾽ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
695
φαίνεται , οὐδέ τίς ἐστι χάρις μετόπισθ᾽ ἐυεργέων.”
696
τὴν δ᾽ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς:
697
“αἲ
γὰρ
δή , βασίλεια , τόδε
πλεῖστον
κακὸν
εἴη.
698
ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
699
μνηστῆρες φράζονται , ὃ μὴ τελέσειε Κρονίων:
700
Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
701
οἴκαδε νισόμενον : ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
702
ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν.”
703
ὣς φάτο , τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
704
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε : τὼ δέ οἱ ὄσσε
705
δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή.
706
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:
707
“κῆρυξ , τίπτε
δέ
μοι
πάϊς
οἴχεται ; οὐδέ
τί
μιν
χρεὼ
708
νηῶν ὠκυπόρων ἐπιβαινέμεν , αἵ θ᾽ ἁλὸς ἵπποι
709
ἀνδράσι γίγνονται , περόωσι δὲ πουλὺν ἐφ᾽ ὑγρήν.
710
ἦ ἵνα μηδ᾽ ὄνομ᾽ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;”
711
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Μέδων πεπνυμένα εἰδώς:
712
“οὐκ
οἶδ᾽
ἤ
τίς
μιν
θεὸς
ὤρορεν , ἦε
καὶ
αὐτοῦ
713
θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον , ὄφρα πύθηται
714
πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.”
715
ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ᾽ Ὀδυσῆος.
716
τὴν δ᾽ ἄχος ἀμφεχύθη θυμοφθόρον , οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
717
δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
718
ἀλλ᾽ ἄρ᾽ ἐπ᾽ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
719
οἴκτρ᾽ ὀλοφυρομένη : περὶ δὲ δμῳαὶ μινύριζον
720
πᾶσαι , ὅσαι κατὰ δώματ᾽ ἔσαν νέαι ἠδὲ παλαιαί.
721
τῇς δ᾽ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια:
722
“κλῦτε , φίλαι : πέρι
γάρ
μοι
Ὀλύμπιος
ἄλγε᾽
ἔδωκεν
723
ἐκ πασέων , ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ᾽ ἐγένοντο:
724
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
725
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
726
ἐσθλόν , τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.
727
νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
728
ἀκλέα ἐκ μεγάρων , οὐδ᾽ ὁρμηθέντος ἄκουσα.
729
σχέτλιαι , οὐδ᾽ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
730
ἐκ λεχέων μ᾽ ἀνεγεῖραι , ἐπιστάμεναι σάφα θυμῷ,
731
ὁππότ᾽ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
732
εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
733
τῷ κε μάλ᾽ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
734
ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
735
ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
736
δμῶ᾽ ἐμόν , ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
737
καί μοι κῆπον ἔχει πολυδένδρεον , ὄφρα τάχιστα
738
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
739
εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
740
ἐξελθὼν λαοῖσιν ὀδύρεται , οἳ μεμάασιν
741
ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.”
742
τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
743
“νύμφα
φίλη , σὺ
μὲν
ἄρ
με
κατάκτανε
νηλέι
χαλκῷ
744
ἢ ἔα ἐν μεγάρῳ : μῦθον δέ τοι οὐκ ἐπικεύσω.
745
ᾔδε᾽ ἐγὼ τάδε πάντα , πόρον δέ οἱ ὅσσ᾽ ἐκέλευε,
746
σῖτον καὶ μέθυ ἡδύ : ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον
747
μὴ πρὶν σοὶ ἐρέειν , πρὶν δωδεκάτην γε γενέσθαι
748
ἢ σ᾽ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
749
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
750
ἀλλ᾽ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
751
εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
752
εὔχε᾽ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο:
753
ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
754
μηδὲ γέροντα κάκου κεκακωμένον : οὐ γὰρ ὀίω
755
πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
756
ἔχθεσθ᾽ , ἀλλ᾽ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
757
δώματά θ᾽ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.”
758
ὣς φάτο , τῆς δ᾽ εὔνησε γόον , σχέθε δ᾽ ὄσσε γόοιο.
759
ἡ δ᾽ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα
760
εἰς ὑπερῷ᾽ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
761
ἐν δ᾽ ἔθετ᾽ οὐλοχύτας κανέῳ , ἠρᾶτο δ᾽ Ἀθήνῃ:
762
“κλῦθί
μευ , αἰγιόχοιο
Διὸς
τέκος , Ἀτρυτώνη,
763
εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
764
ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί᾽ ἔκηε,
765
τῶν νῦν μοι μνῆσαι , καί μοι φίλον υἷα σάωσον,
766
μνηστῆρας δ᾽ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.”
767
ὣς εἰποῦσ᾽ ὀλόλυξε , θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
768
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα:
769
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
770
“ἦ
μάλα
δὴ
γάμον
ἄμμι
πολυμνήστη
βασίλεια
771
ἀρτύει , οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.”
772
“ὣς
ἄρα
τις
εἴπεσκε , τὰ
δ᾽
οὐκ
ἴσαν
ὡς
ἐτέτυκτο.
773
τοῖσιν δ᾽ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε:
774
“δαιμόνιοι , μύθους
μὲν
ὑπερφιάλους
ἀλέασθε
775
πάντας ὁμῶς , μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
776
ἀλλ᾽ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
777
μῦθον , ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.”
778
ὣς εἰπὼν ἐκρίνατ᾽ ἐείκοσι φῶτας ἀρίστους,
779
βὰν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
780
νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
781
ἐν δ᾽ ἱστόν τ᾽ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
782
ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
783
πάντα κατὰ μοῖραν , ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν:
784
τεύχεα δέ σφ᾽ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
785
ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὥρμισαν , ἐκ δ᾽ ἔβαν αὐτοί:
786
ἔνθα δὲ δόρπον ἕλοντο , μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
787
ἡ δ᾽ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
788
κεῖτ᾽ ἄρ᾽ ἄσιτος , ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
789
ὁρμαίνουσ᾽ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
790
ἦ ὅ γ᾽ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
791
ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
792
δείσας , ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
793
τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος:
794
εὗδε δ᾽ ἀνακλινθεῖσα , λύθεν δέ οἱ ἅψεα πάντα.
795
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά , γλαυκῶπις Ἀθήνη:
796
εἴδωλον ποίησε , δέμας δ᾽ ἤικτο γυναικί,
797
Ἰφθίμῃ , κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
798
τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
799
πέμπε δέ μιν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
800
ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
801
παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
802
ἐς θάλαμον δ᾽ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
803
στῆ δ᾽ ἄρ ὑπὲρ κεφαλῆς , καί μιν πρὸς μῦθον ἔειπεν:
804
“εὕδεις , Πηνελόπεια , φίλον
τετιημένη
ἦτορ;
805
οὐ μέν σ᾽ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
806
κλαίειν οὐδ᾽ ἀκάχησθαι , ἐπεί ῥ᾽ ἔτι νόστιμός ἐστι
807
σὸς παῖς : οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.”
808
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια,
809
ἡδὺ μάλα κνώσσουσ᾽ ἐν ὀνειρείῃσι πύλῃσιν:
810
“τίπτε , κασιγνήτη , δεῦρ᾽
ἤλυθες ; οὔ
τι
πάρος
γε
811
πωλέ᾽ , ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις:
812
καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ᾽ ὀδυνάων
813
πολλέων , αἵ μ᾽ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
814
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
815
παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
816
ἐσθλόν , τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος:
817
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
818
νήπιος , οὔτε πόνων ἐὺ εἰδὼς οὔτ᾽ ἀγοράων.
819
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου:
820
τοῦ δ᾽ ἀμφιτρομέω καὶ δείδια , μή τι πάθῃσιν,
821
ἢ ὅ γε τῶν ἐνὶ δήμῳ , ἵν᾽ οἴχεται , ἢ ἐνὶ πόντῳ:
822
δυσμενέες γὰρ πολλοὶ ἐπ᾽ αὐτῷ μηχανόωνται,
823
ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.”
824
τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
825
“θάρσει , μηδέ
τι
πάγχυ
μετὰ
φρεσὶ
δείδιθι
λίην:
826
τοίη γάρ οἱ πομπὸς ἅμ᾽ ἔρχεται , ἥν τε καὶ ἄλλοι
827
ἀνέρες ἠρήσαντο παρεστάμεναι , δύναται γάρ,
828
Παλλὰς Ἀθηναίη : σὲ δ᾽ ὀδυρομένην ἐλεαίρει:
829
ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.”
830
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
831
“εἰ
μὲν
δὴ
θεός
ἐσσι
θεοῖό
τε
ἔκλυες
αὐδῆς,
832
εἰ δ᾽ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
833
ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
834
ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.”
835
τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
836
“οὐ
μέν
τοι
κεῖνόν
γε
διηνεκέως
ἀγορεύσω,
837
ζώει ὅ γ᾽ ἦ τέθνηκε : κακὸν δ᾽ ἀνεμώλια βάζειν.”
838
ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
839
ἐς πνοιὰς ἀνέμων . ἡ δ᾽ ἐξ ὕπνου ἀνόρουσε
840
κούρη Ἰκαρίοιο : φίλον δέ οἱ ἦτορ ἰάνθη,
841
ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
842
μνηστῆρες δ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
843
Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
844
ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
845
μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
846
Ἀστερίς , οὐ μεγάλη : λιμένες δ᾽ ἔνι ναύλοχοι αὐτῇ
847
ἀμφίδυμοι : τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.