Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐν δ᾽ ἱστόν τ᾽ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
πάντα κατὰ μοῖραν , ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν:
τεύχεα δέ σφ᾽ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
785
ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὥρμισαν , ἐκ δ᾽ ἔβαν αὐτοί:
ἔνθα δὲ δόρπον ἕλοντο , μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
δ᾽ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
κεῖτ᾽ ἄρ᾽ ἄσιτος , ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
ὁρμαίνουσ᾽ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
790
γ᾽ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
δείσας , ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος:
εὗδε δ᾽ ἀνακλινθεῖσα , λύθεν δέ οἱ ἅψεα πάντα.
795
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά , γλαυκῶπις Ἀθήνη:
εἴδωλον ποίησε , δέμας δ᾽ ἤικτο γυναικί,
Ἰφθίμῃ , κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
πέμπε δέ μιν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
800
ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
ἐς θάλαμον δ᾽ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
στῆ δ᾽ ἄρ ὑπὲρ κεφαλῆς , καί μιν πρὸς μῦθον ἔειπεν:
εὕδεις , Πηνελόπεια , φίλον τετιημένη ἦτορ;
805
οὐ μέν σ᾽ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
κλαίειν οὐδ᾽ ἀκάχησθαι , ἐπεί ῥ᾽ ἔτι νόστιμός ἐστι
σὸς παῖς : οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.”
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια,
ἡδὺ μάλα κνώσσουσ᾽ ἐν ὀνειρείῃσι πύλῃσιν:
810
τίπτε , κασιγνήτη , δεῦρ᾽ ἤλυθες ; οὔ τι πάρος γε