Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
οὐ δέμας οὐδὲ φυήν , ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
215
πότνα θεά , μή μοι τόδε χώεο : οἶδα καὶ αὐτὸς
πάντα μάλ᾽ , οὕνεκα σεῖο περίφρων Πηνελόπεια
εἶδος ἀκιδνοτέρη μέγεθός τ᾽ εἰσάντα ἰδέσθαι:
μὲν γὰρ βροτός ἐστι , σὺ δ᾽ ἀθάνατος καὶ ἀγήρως.
ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
220
οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
εἰ δ᾽ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν:
ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
κύμασι καὶ πολέμῳ : μετὰ καὶ τόδε τοῖσι γενέσθω.”
225
ὣς ἔφατ᾽ , ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν:
ἐλθόντες δ᾽ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
τερπέσθην φιλότητι , παρ᾽ ἀλλήλοισι μένοντες.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
αὐτίχ᾽ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ᾽ Ὀδυσσεύς,
230
αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
λεπτὸν καὶ χαρίεν , περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ
καλὴν χρυσείην , κεφαλῇ δ᾽ ἐφύπερθε καλύπτρην.
καὶ τότ᾽ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν:
δῶκέν οἱ πέλεκυν μέγαν , ἄρμενον ἐν παλάμῃσι,
235
χάλκεον , ἀμφοτέρωθεν ἀκαχμένον : αὐτὰρ ἐν αὐτῷ
στειλειὸν περικαλλὲς ἐλάινον , εὖ ἐναρηρός:
δῶκε δ᾽ ἔπειτα σκέπαρνον ἐύξοον : ἦρχε δ᾽ ὁδοῖο
νήσου ἐπ᾽ ἐσχατιῆς , ὅθι δένδρεα μακρὰ πεφύκει,
κλήθρη τ᾽ αἴγειρός τ᾽ , ἐλάτη τ᾽ ἦν οὐρανομήκης,
240
αὖα πάλαι , περίκηλα , τά οἱ πλώοιεν ἐλαφρῶς.