Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἥμενος , οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
Πληιάδας τ᾽ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
Ἄρκτον θ᾽ , ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
τ᾽ αὐτοῦ στρέφεται καί τ᾽ Ὠρίωνα δοκεύει,
275
οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο:
τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ , δῖα θεάων,
ποντοπορευέμεναι ἐπ᾽ ἀριστερὰ χειρὸς ἔχοντα.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτῃ δ᾽ ἐφάνη ὄρεα σκιόεντα
280
γαίης Φαιήκων , ὅθι τ᾽ ἄγχιστον πέλεν αὐτῷ:
εἴσατο δ᾽ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
τὸν δ᾽ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν : εἴσατο γάρ οἱ
πόντον ἐπιπλώων . δ᾽ ἐχώσατο κηρόθι μᾶλλον,
285
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:
πόποι , μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
ἀμφ᾽ Ὀδυσῆι ἐμεῖο μετ᾽ Αἰθιόπεσσιν ἐόντος,
καὶ δὴ Φαιήκων γαίης σχεδόν , ἔνθα οἱ αἶσα
ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος , μιν ἱκάνει.
290
ἀλλ᾽ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.”
ὣς εἰπὼν σύναγεν νεφέλας , ἐτάραξε δὲ πόντον
χερσὶ τρίαιναν ἑλών : πάσας δ᾽ ὀρόθυνεν ἀέλλας
παντοίων ἀνέμων , σὺν δὲ νεφέεσσι κάλυψε
γαῖαν ὁμοῦ καὶ πόντον : ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
295
σὺν δ᾽ Εὖρός τε Νότος τ᾽ ἔπεσον Ζέφυρός τε δυσαὴς
καὶ Βορέης αἰθρηγενέτης , μέγα κῦμα κυλίνδων.
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
μοι ἐγὼ δειλός , τί νύ μοι μήκιστα γένηται;
300
δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,