Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
ἐξ ἁλός , οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη:
οἶδα γάρ , ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.”
ἧος ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
425
τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ᾽ ἀκτήν.
ἔνθα κ᾽ ἀπὸ ῥινοὺς δρύφθη , σὺν δ᾽ ὀστέ᾽ ἀράχθη,
εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά , γλαυκῶπις Ἀθήνη:
ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
τῆς ἔχετο στενάχων , ἧος μέγα κῦμα παρῆλθε.
430
καὶ τὸ μὲν ὣς ὑπάλυξε , παλιρρόθιον δέ μιν αὖτις
πλῆξεν ἐπεσσύμενον , τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
ὡς δ᾽ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
435
ῥινοὶ ἀπέδρυφθεν : τὸν δὲ μέγα κῦμα κάλυψεν.
ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ᾽ Ὀδυσσεύς,
εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
κύματος ἐξαναδύς , τά τ᾽ ἐρεύγεται ἤπειρόνδε,
νῆχε παρέξ , ἐς γαῖαν ὁρώμενος , εἴ που ἐφεύροι
440
ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
ἀλλ᾽ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
ἷξε νέων , τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
λεῖος πετράων , καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν:
445
κλῦθι , ἄναξ , ὅτις ἐσσί : πολύλλιστον δέ σ᾽ ἱκάνω,
φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
αἰδοῖος μέν τ᾽ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος , ὡς καὶ ἐγὼ νῦν
σόν τε ῥόον σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας.
450
ἀλλ᾽ ἐλέαιρε , ἄναξ : ἱκέτης δέ τοι εὔχομαι εἶναι.”