Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
451
ὣς φάθ᾽ , ὁ δ᾽ αὐτίκα παῦσεν ἑὸν ῥόον , ἔσχε δὲ κῦμα,
452
πρόσθε δέ οἱ ποίησε γαλήνην , τὸν δ᾽ ἐσάωσεν
453
ἐς ποταμοῦ προχοάς . ὁ δ᾽ ἄρ᾽ ἄμφω γούνατ᾽ ἔκαμψε
454
χεῖράς τε στιβαράς . ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
455
ᾤδεε δὲ χρόα πάντα , θάλασσα δὲ κήκιε πολλὴ
456
ἂν στόμα τε ῥῖνάς θ᾽ : ὁ δ᾽ ἄρ᾽ ἄπνευστος καὶ ἄναυδος
457
κεῖτ᾽ ὀλιγηπελέων , κάματος δέ μιν αἰνὸς ἵκανεν.
458
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
459
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
460
καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
461
ἂψ δ᾽ ἔφερεν μέγα κῦμα κατὰ ῥόον , αἶψα δ᾽ ἄρ᾽ Ἰνὼ
462
δέξατο χερσὶ φίλῃσιν : ὁ δ᾽ ἐκ ποταμοῖο λιασθεὶς
463
σχοίνῳ ὑπεκλίνθη , κύσε δὲ ζείδωρον ἄρουραν.
464
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
465
“ὤ
μοι
ἐγώ , τί
πάθω ; τί
νύ
μοι
μήκιστα
γένηται;
466
εἰ μέν κ᾽ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
467
μή μ᾽ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
468
ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν:
469
αὔρη δ᾽ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
470
εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
471
θάμνοις ἐν πυκινοῖσι καταδράθω , εἴ με μεθείη
472
ῥῖγος καὶ κάματος , γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
473
δείδω , μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.”
474
ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:
475
βῆ ῥ᾽ ἴμεν εἰς ὕλην : τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
476
ἐν περιφαινομένῳ : δοιοὺς δ᾽ ἄρ᾽ ὑπήλυθε θάμνους,
477
ἐξ ὁμόθεν πεφυῶτας : ὁ μὲν φυλίης , ὁ δ᾽ ἐλαίης.
478
τοὺς μὲν ἄρ᾽ οὔτ᾽ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
479
οὔτε ποτ᾽ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
480
οὔτ᾽ ὄμβρος περάασκε διαμπερές : ὣς ἄρα πυκνοὶ