Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς : οὓς ὑπ᾽ Ὀδυσσεὺς
δύσετ᾽ . ἄφαρ δ᾽ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
εὐρεῖαν : φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
ὅσσον τ᾽ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
485
ὥρῃ χειμερίῃ , εἰ καὶ μάλα περ χαλεπαίνοι.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
ἐν δ᾽ ἄρα μέσσῃ λέκτο , χύσιν δ᾽ ἐπεχεύατο φύλλων.
ὡς δ᾽ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
ἀγροῦ ἐπ᾽ ἐσχατιῆς , μὴ πάρα γείτονες ἄλλοι,
490
σπέρμα πυρὸς σώζων , ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο : τῷ δ᾽ ἄρ᾽ Ἀθήνη
ὕπνον ἐπ᾽ ὄμμασι χεῦ᾽ , ἵνα μιν παύσειε τάχιστα
δυσπονέος καμάτοιο φίλα βλέφαρ᾽ ἀμφικαλύψας.